Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 38 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
38.p40
38.p40
σαῖς ἀδαμαντίναις ἀνάγκαις ἀποδείκνυται. ὅτι μὲν γὰρ οὐ ταὐτὰ πᾶσι λυσιτελεῖ τοῖς σώμασιν οὔτε νοσοῦσιν οὔτε ὑγιαίνουσι λέγω, ἀλλʼ ὥσπερ οὐ ταὐτὰ νοσοῦσί τε καὶ ὑγιαίνουσιν, οὕτω καὶ ἔτι μᾶλλον οὔτε ἐν ταῖς νόσοις ἅπασι ταὐτὰ οὔτʼ ἐπὶ τῆς ὑγιείας αὐτῶν πεύσει τῶν ἰατρῶν. τὰς δʼ ἁπάντων αὖ διελέσθαι φύσεις ἀδύνατον. ὥσπερ γὰρ ταῖς ἰδέαις διαφέρειν ἀλλήλων ἐν πᾶσιν ἀνθρώποις ἐστὶν, οὕτως κἀν τῇ διʼ ὅλου φύσει τοῦ σώματος ἄλλος ἄλλου κεχώρισται διὰ παντὸς τοῦ γένους. ἀλλὰ μὴν τόν γε συντυχόντα καὶ δεηθέντα κελεύει θεραπεύειν ἡ τέχνη, κἂν ἐκ περάτων ἥκῃ τις ἀρτίως. τί οὖν δεῖ λοιπὸν ἢ στοχάζεσθαι; εἰ γὰρ μήτʼ εἴσεται πάντας καὶ θεραπεύσει τὸν προσελθόντα, καὶ τοσοῦτον εἴσεται δή που, μὴ πᾶσι δεῖν τῶν αὐτῶν, ὃ λέγω λείπεται. ἢ σὺ τἀναντία δείξας μὴ σφυρήλατος σταθεὶς ἐν Ὀλυμπίᾳ μόνον, ἀλλὰ καὶ πομπείου τυχὼν Παναθηναίοις τοῖς μεγάλοις περίιθι. σκόπει δὴ καὶ περὶ τῆς γραφικῆς, ἣν εἰ καλεῖς τέχνην, οὐκέτʼ ἐρήσομαι· καλεῖς γὰρ ἐν αὐτοῖς γε τούτοις τοῖς Γοργιείοις λόγοις. ἆρʼ οὖν ἄλλο τι ταύτης κεφάλαιόν ἐστι πλὴν στοχάζεσθαι τῶν ἀεὶ παρόντων καὶ ὧν ἂν τὴν μίμησιν δέῃ ποιήσασθαι; καὶ μὴν εἰ μὴ τοῦτο, τί ἕτερον; αὕτη γοῦν ἐστιν ἡ καὶ τὸ ῥῆμα πεποιηκυῖα τῷ πράγματι· αἱ γὰρ τῶν γραφέων εἰκόνες εἰκάζειν ἐποίησαν καὶ περὶ τῶν ἄλλων λέγεσθαι. εἰ δʼ ἄρα πρότερον ἦν τὸ ῥῆμα τῆς τέχνης, ἔτι κάλλιον μαρτυρεῖται μόνου τοῦ εἰκάζειν εἶναι τὴν τέχνην, εἴπερ τὸ ἔργον αὐτῆς εἰκὼν εἶναι κρατεῖ. οὐ μὴν οἶμαι λόγου χωρὶς εἰκάζει, ἀρχὴν γὰρ οὐδʼ ἂν εἴκαζεν, εἰ μὴ εἶχε διʼ ὅτου, ἀλλʼ εἰκάζει πρὸς τὸν τῆς φύσεως λόγον. εἰ δέ σοι φίλον καὶ περὶ τούτου φιλονεικεῖν, ἔχε τἄλλα ἡμετέραν χάριν, ἀλλʼ ὡς οὐχ ἥ γε τῶν χρωμάτων κρᾶσις στοχαζομένης ἐστὶ τῆς τέχνης, καὶ οὐ τέχνης μόνον, ἀλλὰ καὶ φύσεως ἱκανῆς. ταυτὶ μόνον δείξας καταγέλα τῆς

Intertext edge

Open linked passage

Note