Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
39.p41
39.p41
ῥητορικῆς. καὶ μὴν τό γε κάλλιστον τῆς τέχνης καὶ τελεώτατον καὶ ᾧ γραφικὴν ἢ πλαστικὴν εἶναι διαφέρει, τοῦτʼ ἐστὶν ἡ τοῦ χρώματος δή που μίξις. ἐγγὺς γὰρ ἄγει τὸ εἰκασθὲν τῆς ἀληθείας. οὐκοῦν ᾧ μεγίστῳ προέχει, τοῦτʼ ἀφαιρεῖς, ἐὰν μὴ λίπῃς τὸ εἰκάζειν. καὶ τί δεῖ τὰς ἄλλας ἐξετάζειν τέχνας ὅσαι διὰ τοῦ στοχάζεσθαι χωροῦσιν; αὐτὴ γὰρ ἡ μαντικὴ κινδυνεύει τοῦτʼ εἶναι μόνον εἰκάσαι· καίτοι φαίη τις ἂν οὑτωσὶ σκοπῶν καὶ διαιρῶν ὅτι τούτῳ καὶ μόνῳ μάντιν ἢ ἰδιώτην εἶναι διαφέρει, τῷ τὸ μὲν εἰκάζειν ἁπάντων, τὸ δʼ ἐπίστασθαι τοῦ μάντεως εἶναι· ἐγὼ δέ φημι τὸν μάντιν αὐτὸ τοῦτʼ ἐπίστασθαι εἰκάσαι, πλέον δʼ οὐδʼ ὁτιοῦν. καὶ τούτου Πλάτωνα παρέξομαι μάρτυρα, κἂν μὴ φαίνηται μαρτυρῶν, ἔμοιγε πιστεύσῃ μηδείς. τὸ δὲ ἥδιστον τῆς μαρτυρίας, οὐ γὰρ ἐν ἄλλοις τισὶ δράμασιν ἢ λόγοις, ἀλλʼ ἐν αὐτοῖς οἷς ἀρτίως εἰς ἑτέρων ἀπόδειξιν ἐχρώμεθα ἔνεστι διαρρήδην, ἐπεὶ τήν γε τῶν ἐμφρόνων ζήτησιν τοῦ μέλλοντος διά τε ὀρνίθων ποιουμένων καὶ τῶν ἄλλων σημείων, ἅτε ἐκ νοῦ καὶ διανοίας ποριζομένων ἀνθρωπίνῃ οἰήσει, οἰονοϊστικὴν ἐπωνόμασαν, ἣν νῦν οἰωνιστικὴν τὸ ω σεμνύνοντες οἱ νέοι καλοῦσιν. οὐκοῦν ὅτε τὴν οἰωνιστικὴν εἰκαζόντων εἶναι φῂς τῶν ἀνθρώπων, οὐκ ἐκφεύγει μαντικὴ τὸ μὴ εἰκάζειν κατὰ τοῦτο, εἴπερ μέρος οἰωνιστικὴ μαντικῆς. καὶ μὴν ὅτι καὶ διὰ τῶν ἄλλων σημείων προστίθης αὐτός. τοῦτο δʼ ὅταν προσθῇς, ἅπασαν δίδως τὴν μαντικὴν εἰκασίαν εἶναι, καὶ μάλα ὀρθῶς κατὰ γοῦν τὴν γνώμην τὴν ἐμήν. οὐ γὰρ ὁμοίως, οἶμαι, οἵ τε θεοὶ τὰ μέλλοντα ἴσασι καὶ τῶν ἀνθρώπων ὅσοι φάσκουσιν. οἱ μὲν γὰρ ἃ μέλλουσι ποιεῖν ἐπίστανται, καὶ πρόκειται τὰ πράγματʼ αὐτοῖς ὥσπερ ἐν ὀφθαλμοῖς. διὰ τοῦτο Ζεὺς ἐν θεοῖσι μάντις ἀψευδέστατος, οἱ δʼ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι, πρὸς μαρτυρεῖ. τὸ γὰρ δεύτερόν ἐστιν αὐτῷ καὶ τέλος αὐτὸς ἔχει. οἱ δʼ ὥσπερ ἐν σκότῳ τὰ πράγματα κρίνουσι, πρὸς τὸν ψόφον ἤ τι τῶν ἐκφανέντων, διηνεκὲς δʼ οὐδὲν ἔχουσι