Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
3.p3
3.p3
δεῖ λόγους, τῷ παρελθόντι χρόνῳ μόνῳ προσθεῖναι, ὥσπερ ἂν εἴ τις καὶ ὑγιαίνειν χρῆναι φάσκοι μόνους τοὺς πρώτους γενομένους, καὶ μηδʼ ἐκεῖνο ὁρᾷ ὅτι ἡ τοιαύτη κρίσις καὶ ὁ τοιοῦτος λογισμὸς αὐτοῖς πρώτοις οὓς τιμῶσιν οὐ λυσιτελεῖ. εἰ γὰρ τῷ χρόνῳ δεῖ συγχωρεῖν καὶ τὴν ἀξίαν ἀπὸ τούτου μετρεῖν, οὐκέτʼ ἔχει τόπον ἡ νῦν παρὰ πάντων εἰς ἐκείνους αἰδώς. Ἴασος γὰρ ἂν οὕτω γε νικῴη περὶ λόγους καὶ Κρίασος καὶ Κρότωπος καὶ Φορωνεὺς καὶ εἴ τις Ἀργεῖος ἐκ μύθου καὶ Δευκαλίων ἢ εἴ τις ἔκ τε ἄλλων ἄλλος καὶ Λυκάων ἐξ Ἀρκαδίας καὶ Κέκροψ Ἀθήνηθεν ἀντὶ τῶν νῦν βεβοημένων· ἐν δὲ τοῖς ἔθνεσι Φρύγες διὰ τὴν παρὰ τοῦ βέκους, οἶμαι, μαρτυρίαν. καὶ παρῆκα Καλλαίθυιαν ἀρίστην γυναικῶν ἅμα καὶ ἀνδρῶν γενομένην. ἐὰν οὕτω κρίνωμεν, ὡς οὐ Κόδρῳ γε μετέσται τῆς φιλοτιμίας, ἀλλὰ καὶ οὗτος παῖς οἷς εἶπον συμβάλλειν καὶ οὐκ ἀρχαῖος, καὶ κατὰ μικρὸν οὕτω ζητήσομεν εἴ τις ἦν πρὶν σελήνην εἶναι. Ὁμήρου δὲ καὶ Ἡσιόδου καὶ τῶν εἰς ἡμᾶς νενικηκότων, Πλάτωνος, εἰ βούλει, καὶ Δημοσθένους καὶ τῶν ὀλίγον πρὸ τούτων, οὐδʼ εἰς πολλοστὸν χρόνον ἐλπὶς ὁμοίαν ἐγγενέσθαι δόξαν, συμπροϊόντος ἴσου τοῦ πρὸ αὐτῶν ἐκείνοις ἀεί. εἰ δὲ τοῦτʼ εὔδηλον ἅπασιν ὅτι καὶ οὗτοι φύσει καὶ δυνάμει διενεγκόντες τοὺς πρὸ αὐτῶν ἀπέκρυψαν, οὐδὲ τοὺς ὕστερον παντάπασιν ἅπαντας ἀπείργειν εἰκὸς, οὐδʼ ἀπιστεῖν εἴ τις καὶ τοῦ νυνὶ χρόνου μετεσχηκὼς ἔχει συμβαλέσθαι γνώμην περὶ ὧν πρόκειται λόγος, ἀλλὰ παρʼ αὐτῶν, ὡς ἔοικεν, ὧν τιμῶμεν