Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 40 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
40.p42
40.p42
προειπεῖν. τεκμήριον δέ· εἰ γὰρ μὴ φράσαις τὸ ἐρώτημα, οὐδὲν ἔχει σοι λέγειν περὶ ὧν εἶδε σημείων. ἀλλʼ ἀντὶ τοῦ περὶ τοῦ μέλλοντος ἔχειν εἰπεῖν οὐδʼ αὐτὸ τοῦτο οἶδεν ὅτου χάριν ἥκεις, εἰ μὴ πύθοιτο. οὐ γὰρ ἔγκειται τὰ πράγματα αὐτῷ προφαινόμενα, ἀλλὰ τὰς πίστεις τοῖς σημείοις προσάγων εἰκάζει πρὸς τὸν λόγον. καὶ οὐ μόνον κατὰ τοῦτʼ ἐλέγχεται στοχάσασθαι τοῦ μέλλοντος ὂν τὸ μαντεύεσθαι, ὅπερ καὶ τῶν ποιητῶν ἤδη τις ἐμαρτύρησεν, ἀλλὰ κἂν ἀποκρίνηται τὸ ἐρωτηθὲν, εἰκάζει τὰ κύκλῳ πρὸς τὸ πρᾶγμα. νίκη πολέμου, καὶ τίνος συμβάντος οὐκ οἶδεν, οὐδʼ ἁπλῶς τῶν περὶ τὴν μάχην οὐδὲν, ἀλλʼ εἰκάζει. πάλιν ἢ πολιτῶν, ἤ τινων ἄλλων ἐπιβουλὴ, καὶ τὸν τρόπον οὐκ ἔχει φράσαι, ἀλλʼ ὥσπερ τὰ ὀνείρατα οὕτως συμβάλλεται. τὴν δʼ Αἰγυπτίων σοφίαν τίς οὐκ οἶδε τῶν ἐντετυχηκότων; ὡς ἅ γʼ ἂν ἢ φοβήσῃ περὶ τοῦ μέλλοντος ἢ ὑπόσχηται, τόν γε τρόπον καὶ τοὺς τόπους καὶ τὸ μέτρον, οὐκ ἔχει διορίσασθαι ἀλλʼ ἢ πλοῦτον, ἢ πενίαν, ἢ λύπην, ἢ χαρὰν, ἢ θάνατον, ἢ πράξεις, ἢ τὰ τοιαῦτα λέγει, αὐτὰ δʼ ἕκαστα οὐ συνείληφεν, ἀλλὰ τὰ μὲν πρὸς τὸ μέγεθος τῶν φαινομένων, τὰ δὲ πρὸς τὰ νόμιμα εἰκάζει τὰ ἑκάστων, τὰ δὲ πρὸς τὰ ὅμοια, ἔστι δʼ ἃ καὶ πλεῖστον ἀλλήλων κεχωρισμένα. πανταχοῦ δὲ τὴν ἐπίνοιαν παρακαλεῖ, ὅτι ταύτης καὶ μόνης καὶ μόνον εἶναι δοκεῖ τὸ εἰκάζειν, ἀλλὰ μὴ ἁπλῶς εἰπεῖν. οὐδὲν οὖν ἀλλʼ ἢ εἰκάζουσα τῇ ἀληθείᾳ φαίνεται διὰ πάντων. τί δὲ περὶ ῥητορικῆς εἰ στοχάζεται θαυμάζεις; φαίνεται γὰρ ὁμοίως διακειμένη τῇ μαντικῇ, πλὴν ὅσον μαντικὴ μὲν ἀπήλλακται στοχασαμένη, ῥητορικὴ δὲ οὐ στοχάζεται μόνον τῶν πραγμάτων, ἀλλὰ καὶ πράττει διὰ

Intertext edge

Open linked passage

Note