Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
41.p43
41.p43
τῶν ὑπηρετῶν ἅττʼ ἂν εὑρίσκῃ βέλτιστα. ὥστε καὶ τὸν τῆς μαντικῆς ἐπέχει λόγον καὶ τὸν τῆς στρατηγικῆς, ἣν μηδὲν τῇ πολιτικῇ προσήκειν Πλάτων οὐκ ἐρεῖ. πῶς οὖν ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον, εἰ μὴ οὕτως; ἀλλὰ μὴν οὕτω γε οὐκ εἴδωλον. εἶεν. αὐτοὶ δὲ οἱ στρατηγοὶ τί πράττουσιν, ὦ θαυμάσιε; οἶμαι μὲν οὐδὲν ἄλλο ἢ στοχάζονται οἵ γέ που βέλτιστοι καὶ φρονιμώτατοι καὶ τῆς τῶν πολεμίων διανοίας καὶ φύσεως τῶν σφετέρων στρατιωτῶν, καὶ τόπων γε οἶμαι καὶ καιρῶν. ἆρʼ οὖν τοῦ μηδενός εἰσιν ἄξιοι χρῆσθαι; οὐκ οἶμαί γε. ἀλλὰ μὴν εἰ διὰ τοσούτων γε ὧν εἶπον τεχνῶν—τὰς γὰρ πλείους ἀφίημι—τὸ στοχάζεσθαι φαίνεται τῶν ἔργων ἡγούμενον καὶ διὰ τούτου πάντα χωροῦντα, πῶς ἄξιον τούτῳ τὴν ῥητορικὴν ψέγειν; ἢ πῶς ὃ μόνον κοινόν ἐστι τῶν τεχνῶν ὡς εἰπεῖν, εἰς ἔλεγχον τοῦτο φέρειν, ὡς οὐ μετέχει ῥητορικὴ τέχνης; οὐδὲν γὰρ ἄλλο ἢ τοῖς συμβόλοις, διʼ ὧν ἔδει γνωρίσαι καὶ παραδέξασθαι, τούτοις διαφθείρειν αὐτήν ἐστιν, ὅταν ταῦτά τις ἐγχειρῇ λέγειν. οὐκοῦν οὐχ ὅτι στοχάζεται, διὰ τοῦτο οὐ μέτεστι τέχνης αὐτῇ, ἀλλʼ εἰ καὶ μὴ διʼ ἓν τῶν ἄλλων πάντων, διʼ ἓν τοῦτο μέτεστι τὸ στοχάζεσθαι, εἰ τοῦτʼ ἀληθὲς εἴρηκε Πλάτων ὅτι δὴ στοχάζοιτο. τί δὲ τἄλλα λέγοι τις ἂν, ἀλλʼ αὐτὴν τὴν πολυτίμητον εἴτʼ ἐπιστήμην εἴτε σοφίαν χρὴ προσειπεῖν, οὐκ αὐτὸς, ὦ πρὸς θεῶν, εἰκάζειν περὶ τῶν μεγίστων ὁμολογεῖς, ὅταν γέ που φῇς μὴ εἶναι διισχυρίσασθαι, ἀλλʼ ἀφίης τῷ θεῷ, τἀκριβὲς εὖ ποιῶν καὶ φιλοσοφῶν ὡς ἀληθῶς; ἀλλʼ ἐγὼ, τοῦτʼ εἰπέ μοι, πεισθῶ μηδὲν εἶναι τὸν Δία βελτίω τοῦ Σολέως σοφιστοῦ; ὦγαθὲ, σκόπει μὴ πάντα τἀνθρώπεια ὅσον εἰκάσαι ᾖ, ἡ δὲ ἐπιστήμη καθʼ Ὅμηρον ἐν Διὸς οὔδει μόνου. ὅτι τοίνυν ὅλως ἐστὶ σόφισμα τὸ