Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 42 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
42.p44
42.p44
φάσκειν τὰ δοκοῦντα τοῖς πλήθεσι ταῦτα συμβουλεύειν τοὺς ῥήτορας καὶ τούτου μόνου στοχάζεσθαι, εἰ καὶ μὴ παῖς ἐλέγξειεν, ἀλλʼ ὅστις γʼ εὖ φρονεῖ. ἐμοὶ μὲν γὰρ τοὐναντίον πᾶν φαίνεται, μήτʼ ἐν τῇ τῆς ῥητορικῆς φύσει πλεῖον εἶναι μηδὲν ἢ τὸ μὴ τὰ δοκοῦντα τοῖς πλήθεσιν εὐθὺς ἐᾶν γίγνεσθαι μήθʼ οἱ ῥήτορες ἄλλο τι μᾶλλον σκοπεῖν ἢ τὰ βέλτιστα, μήτε τοὺς δήμους αὐτοὺς τοῦτό γε ἐκφυγεῖν, ὡς οὐκ ἀμείνους σφῶν οἱ ῥήτορες λογίσασθαι περὶ τῶν πραγμάτων, καὶ πᾶσαν ὅλως τὴν τοῦ βίου σχέσιν καὶ τὴν τύχην· καὶ τοῦτʼ ἐξ αὐτῶν τῶν τιμῶν εἶναι δῆλον ὧν αὐτοῖς ἀπονέμουσιν. εἰ γὰρ ἦν ἀληθὲς τοῦτο, ὃ Πλάτων αἰτιᾶται, καὶ μὴ τοὺς δήμους ἦγον οἱ ῥήτορες, ἀλλʼ οὗτοι τῶν δήμων ἦσαν, πρῶτον μὲν τίς ἂν αὐτοῖς αἰδὼς καὶ τιμὴ παρὰ τῶν δήμων ἦν; ποῦ δʼ ἂν προεδρίας ἢ τῶν ὑπὲρ τοὺς πολλοὺς ἔτυχον; οὐδεὶς γὰρ τοὺς διακόνους ὡς κρείττους αὑτοῦ θαυμάζει, οὐδὲ οὗ πρότερος περὶ τῶν πραγμάτων ἐντεθύμηται, τούτῳ τὴν αὑτοῦ γνώμην προστίθησιν. ἔπειτα τίς ἢ κήρυξ ἢ πρεσβεία δεηθήσεσθαί ποτʼ ἔμελλεν ἀνδρὸς ῥήτορος, εἰ τὰ δοκοῦντα τοῖς πλήθεσι συμβουλεύειν τῶν ῥητόρων εἶναι κατεδέδεικτο; τίς γὰρ ἂν ἢ πόλις πέμπουσα τὸν τοῦ μηδενὸς ἄξιον θεραπεύειν εἵλετο, ἢ πρεσβευτὴς ἥκων προσῆλθεν ἄν ποτε τούτῳ τοῦ πεῖσαι χάριν τὸν δῆμον, εἰ τοῦ βίου κεφάλαιον ὂν ἠπίστατο ἅττʼ ἂν ὁ δῆμος βούλοιτο, ταῦτα συμβούλεσθαι, καὶ περιμένειν τὴν ἐκείνου φωνὴν, ὥσπερ τὴν τῶν διδασκάλων οἶμαι παῖδες; τοὐναντίον μέντἂν ἢ ἐπὶ τῶν χορῶν εἶχεν, εἰ μὴ οἱ πλείους ἔμελλον τὸν ῥήτορα ἀναμένειν, ἀλλʼ ὁ ῥήτωρ ἐπεῖχεν ἕως ἂν ὁ δῆμος ἐπισημήνῃ. τίς δʼ ἂν ἰδίαν ἢ δημοσίαν δίκην φεύγων διʼ ὅτου νικήσει τῶν ῥητόρων ἐζήτησεν, εἰ τὰ δοκοῦντα τοῖς δικασταῖς ταῦτʼ ἐρεῖν ἔμελλεν ὁ ῥήτωρ καὶ μηδʼ ὁτιοῦν ἕτερον; οὕτω μέντἂν οἱ μάλιστα κινδυνεύοντες καὶ περὶ τῶν μεγίστων ἀγωνιζόμενοι πλεῖστον ῥητόρων ἠμέλουν. εἰσὶ μὲν γὰρ οἱ μάλιστα δή που κινδυνεύοντες οἷς χαλεπῶς ἔχει τὰ τῶν ἀκροωμένων καὶ οἱ ταῖς διαβολαῖς προκατειλημμένοι. εἰ

Intertext edge

Open linked passage

Note