Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
43.p45
43.p45
δὲ ἃ δοκοίη τοῖς ἀκροωμένοις, ταῦτʼ ἔργον ἐπεποίηντο λέγειν οἱ ῥήτορες καὶ ταῦτʼ ἐπηῦξον, Ἡράκλεις, ἦν αὐτῷ οἴκοθεν φέρειν τὸν ὄλεθρον, εἴ τις ἦγε ῥήτορα πρὸς τοιοῦτον πρᾶγμα ὥσπερ ἂν εἴ τις αὑτῷ τὸν δήμιον συνεισῆγεν. ἆρʼ οὖν ταῦθʼ οὕτως ἔχει καὶ οἱ μάλιστα ἀποθανεῖσθαι προσδοκῶντες καὶ οἷς πλεῖστος ἔπεστι φόβος μὴ τῶν ἴσων τεύξεσθαι, οὗτοι καὶ διαφερόντως ἀμελοῦσι τῶν ῥητόρων; οὐκ ἔστι ταῦτα. οὐχ οὕτω παράδοξα ἐρεῖ Πλάτων. ἀλλʼ ἐπὶ θύρας ἔρχονται, δέονται, προσκυλινδοῦνται, πάντων φάρμακον τὴν ῥητορικὴν εἶναι νομίζοντες, θανάτου, φυγῆς, αὐτῶν τῶν φόβων, δικαστῶν ὀργῆς, δήμου φιλονεικίας, πάντων. διὰ τί; ὅτι οὐ τὰ δοκοῦντα τοῖς καθημένοις ἴσασι λέγειν μελετῶντας τοὺς ῥήτορας, —οὐ γὰρ ἂν οὐδὲ αὐτὸ τοῦτʼ ἐνῆν λέγειν μελετᾶν αὐτοῖς, εἰ τοῦτο ἔμελλον—ἀλλʼ ἴσασιν αὐτοὺς πόρρωθεν προσέχοντας τοῖς πράγμασι καὶ μελετῶντας λέγειν ὡς ἡ τῶν πραγμάτων τάξις ἀπαιτεῖ, καὶ τῆς τούτων φύσεως στοχαζομένους, οὐ τῆς τῶν ἀκροωμένων, εἰ δʼ ἄρα καὶ τῆς τῶν ἀκροωμένων, οὐχ ὥστε τὰς ἐκείνων ἐπιθυμίας θεραπεύειν, οὐδʼ ὅσα βουλομένοις ἐστὶν ἀκούειν λέγειν, ἀλλʼ ὅσα βέλτιον εἰπεῖν, ταῦτʼ εἰπόντας πεῖσαι δυνηθῆναι· ὥσπερ γε καὶ τοὺς ἰατροὺς στοχαζομένους ὁρῶμεν τῆς φύσεως τῶν σωμάτων, οὐ μὴν ὥστε χαρίζεσθαι ταῖς ἐπιθυμίαις ἁπλῶς, ἀλλʼ ὥστε τὸ βέλτιστον μὴ εἰκῆ προσενεγκεῖν, ἀλλʼ ὡς μάλιστʼ ἂν ὁ κάμνων παραδέξαιτο. ἄχρι τούτου φημὶ κἀγὼ τὸν ῥήτορα τῶν ἀκροωμένων στοχάζεσθαι, καὶ τοῦτό γε εἰ λέγεις, συγχωρῶ, ἀλλʼ οὐ δουλεύων οἶμαι τοῖς πλήθεσιν οὐδὲ ὑπὲρ τοῦ χαρίζεσθαι παρατηρεῖ τὰς φύσεις, ἀλλὰ τὸ τοῦ Δημοσθένους, ὅπως τὰ βέλτιστα εἰς δέον εἴποι. ἐγὼ δʼ οὐχ ὅ τι χρὴ λέγειν περὶ τῶν παρόντων ἀπορῶ φησὶν ἀλλʼ ὅντινα χρὴ τρόπον πρὸς ὑμᾶς περὶ αὐτῶν εἰπεῖν. εἶτα παρρησιάζεται, καὶ μάλα γε, ὡς