Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 44 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
44.p46
44.p46
ἐγᾦμαι, λαμπρῶς. πέπεισμαι γὰρ ἐξ ὧν παρὼν καὶ ἀκούων σύνοιδα τὰ πλείω τῶν πραγμάτων ὑμᾶς ἐκπεφευγέναι τῷ μὴ βούλεσθαι τὰ δέοντα ποιεῖν, οὐ τῷ μὴ συνιέναι. εἰ τοῦτʼ ἔστιν, ὦ Πλάτων, τὸ στοχάζεσθαι καὶ προσομιλεῖν τὰς φύσεις τηροῦντα, οὐκ ἐκφεύγομεν τὰς αἰτίας, πάντες ἐροῦσιν οἱ ῥήτορες. εἰ δʼ εἴκειν αὐτοὺς τοῖς πλήθεσι φῂς καὶ ποιεῖν τὰ κελευόμενα, ἀλλʼ οὐ κελεύειν, τὴν θεράπαιναν εἴληφας ἀντὶ τῆς δεσποίνης, καὶ τοὺς δημοσίους ψέγων δοκεῖς τοὺς ῥήτορας. ἀλλʼ οὔθʼ οἱ δημόσιοι μέγα φρονοῦσιν ἐφʼ ἑαυτοῖς, ὅτι δουλεύουσι τοῖς τῆς πόλεως βουλήμασι, καὶ τοῖς ῥήτορσι τοῦ φρονεῖν αὐτὸ τοῦτο αἴτιόν ἐστι τὸ μὴ τὰ δοκοῦντα τοῖς δήμοις λέγειν, ἀλλʼ ἃ δοκοῦσιν αὐτοὶ βέλτιστα εἶναι. εἰ δὲ ἦσαν διάκονοι τῆς τῶν ὄχλων ἐπιθυμίας καὶ τὰ δοκοῦντα τοῖς καθημένοις ἐδημηγόρουν, οὐδʼ ἂν παρρησιάσασθαί ποτʼ αὐτοῖς ἐξῆν, οὐχ ὅπως ὑπὲρ τοὺς ἄλλους φρονεῖν. ἀλλʼ οἶμαι συνίσασιν αὑτοῖς οὐ τὰς ἡδονὰς θεραπεύουσιν, ἀλλὰ τὰς ἐπιθυμίας σωφρονίζουσιν, οὐδʼ ὁρῶσιν εἰς τοὺς πολλοὺς, ἀλλὰ τοῖς πολλοῖς ὁρῶσιν εἰς τούτους, οὐδʼ ἀρχομένοις ὑπὸ τῶν ἰδιωτῶν, ἀλλʼ ἄρχουσιν αὐτοῖς τῶν πολλῶν· καὶ τὴν ἐπωνυμίαν διὰ τοῦτο εἰλήφασι παρʼ αὐτῶν ἀντʼ ἄλλου συμβόλου μαρτύριον τῆς ἐξουσίας, λέγω τὴν τῶν δημαγωγῶν, οὐκ ἐπειδήπερ ὑπὸ τῶν δήμων ἄγονται, ὦ πάντʼ ἄνω καὶ κάτω ποιῶν, ἀλλʼ ὅτι τοὺς δήμους ἄγουσιν· ὥσπερ γε δὴ καὶ τοὺς παιδαγωγοὺς, οἶμαι, καλοῦμεν, οὐκ ἐπειδήπερ ὑποπεπτώκασι τοῖς παισὶν, ἀλλʼ ὅτι αὐτοῖς ἡγοῦνται. ὅ τι γὰρ ἂν φαίης ἁρμόττει τὸ τοιοῦτον ἀκοῦσαι τῷ ῥήτορι, ἄρχων, προστάτης, διδάσκαλος, πάντα ταῦτʼ ἐστὶ τοῦ ῥήτορος τὰ ὀνόματα. ὅπερ γάρ εἰσι τοῖς παισὶν οἱ διδάσκαλοι, τοῦτο τοῖς δήμοις εἰσὶν οἱ ῥήτορες· δεικνύουσιν ἃ χρὴ πράττειν καὶ παιδεύουσι ταῖς γνώμαις καὶ τοῖς ψηφίσμασι. καὶ ἡ φύσις οὕτω ταῦτʼ ἔταξεν. οὐ δουλεύει ταῖς τῶν χορευτῶν ἐπιθυμίαις ὁ κορυφαῖος, ἀλλʼ εἴ τί που καὶ χαρίζεται, τὸ μηδὲν ἀπᾷσαι συμπαρατηρῶν τῷ χαρίζεσθαι.

Intertext edge

Open linked passage

Note