Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 45 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
45.p47
45.p47
ἀλλʼ οὐχ ὑποβάλλουσί γε αὐτῷ τὰ ἐνδόσιμα οἱ χορευταὶ, οὐδʼ ὅπως ἂν ἐκεῖνοι κελεύωσιν, οὕτω προσάγει τὸ μέλος καὶ τὸν ῥυθμὸν, οὐδὲ τί χρὴ διδάσκειν αὐτοὺς παρʼ ἐκείνων μανθάνει, οὐ μᾶλλόν γε ἢ παρὰ τῶν ναυτῶν ὁ κυβερνήτης μανθάνει τί χρὴ πράττειν. ἀλλʼ ἀκούουσι μὲν οἱ ναῦται ἃ προστάττει, λέγει δὲ ὁ κυβερνήτης οὐκ εἴ τι καὶ δοκοῦν τοῖς ναύταις, ἀλλʼ οὖν αὐτὸς ὢν κύριος ἐν τῇ νηὶ τῶν ναυτῶν. πανταχοῦ πάντʼ ἐστὶ πρὸς τοὺς ἡγεμόνας, καὶ τὰ τούτων ἡγεῖται βουλήματα. ἕπεται δὲ τὰ μὲν ἑκουσίως, τὰ δὲ ἀκουσίως τὰ τῶν πολλῶν. κορυφαῖος χοροῦ, ναυτῶν κυβερνήτης, στρατιωτῶν στρατηγὸς, δήμου ῥήτωρ ἡγεῖται. πάντες μὲν οὖν ἄρχοντες φύσει κρείττους τῶν ὑφʼ αὑτοῖς· εἰ δέ τις μετʼ ἐξουσίας καὶ χαρίζεται, πείθων, οὐκ ἀναγκάζων, καὶ πρὸς τῷ σώζειν τὴν ἑαυτοῦ τάξιν στοχάζεται καὶ τῆς ἐπιθυμίας τῶν ὑφʼ αὑτῷ, οὗτος ἐκεῖνός ἐστιν ὁ τῷ ὄντι πολιτικὸς καὶ ὃν Ὅμηρος ἔφη πατέρα ὣς ἤπιον εἶναι. οἶμαι δὲ τὸν αὐτὸν καὶ ῥήτορα ἄριστον πεποίηκεν, ᾧ τοῦτο ἀνέθηκε. μὴ δὴ τοῦτο λέγε ὡς ὄνειδος κατὰ τῶν ῥητόρων εἰ χαρίζονται, ἀλλʼ εἰ μετὰ τοῦ βελτίστου καὶ τῆς χάριτος στοχάζονται. καὶ κατὰ τοῦτʼ ἀπόδος τῇ ῥητορικῇ τὴν πρέπουσαν εὐφημίαν, ἵνα τοῖς ὁμοίοις αὐτὴν ἀμειβόμενος φανείης. εἰ δὲ λέγεις ὡς ἁπλῶς χαρίζονται καὶ δουλεύουσι ταῖς ἐπιθυμίαις, τίς ἡ πίστις; ἐγὼ μὲν γὰρ παρʼ αὐτῶν τῶν πραγμάτων τὴν ἑτέραν παρέχομαι. εἰ γὰρ μήθʼ ὑπὸ τῶν δήμων ἔμελλον οὕτω γε θαυμασθήσεσθαι μήθʼ ὑπὸ τῶν ἰδιωτῶν μήθʼ ὑπὸ τῶν πολιτῶν μήθʼ ὑπὸ τῶν ξένων μήτʼ αὐτοὶ μηδαμῶς ἅπερ νυνὶ σεμνύνεσθαι, συνελόντι δʼ εἰπεῖν, εἰ μήτʼ εὐδοξήσειν μήτε χρηματιεῖσθαι μήτε ἰσχύσειν μήτε ἐρεῖν, πῶς ἐγχωρεῖ τοιαύτην αἰτίαν κατʼ αὐτῶν παραδέξασθαι, διʼ ἧς ταῦτʼ ἀπήντησεν ἄν; ἔτι τοίνυν καὶ ὅλως ἀδύνατα

Intertext edge

Open linked passage

Note