Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
46.p48
46.p48
ἐγκέκληκεν. ἴσως μὲν γὰρ οὐδὲ τοῖς ἱπποκενταύροις χαρίσασθαι ῥᾴδιον, εἴ τις ἐδημηγόρει παρʼ αὐτοῖς, οὐχ ὅτι κοινῇ λέγω πᾶσιν, ἀλλʼ οὐδὲ καθʼ ἕνα οἶμαι, εἴπερ ἦσαν διπλοῖ τὴν φύσιν· δήμου δὲ βουλήματα γνῶναι καὶ θεραπεῦσαι διὰ τέλους τίς μηχανή; καὶ ποῦ δυνατόν; οὐδεὶς γάρ ἐστιν εἷς δῆμος, οὐδὲ μιᾶς ἐπιθυμίας, οἶμαι δʼ οὐδʼ ἔσται· ἀλλʼ ὥσπερ ῥεύματα ἄλλος ἀλλαχόθεν φέρονται τοῖς πᾶσι μεμερισμένοι, ταῖς ἡλικίαις, τοῖς ἐπιτηδεύμασι, ταῖς φύσεσι, τῇ τύχῃ, ταῖς ἐπιθυμίαις, ἄλλος ἄλλα γιγνώσκων, εἴ γε γιγνώσκειν χρὴ καλεῖν τὸ μηδʼ ὁτιοῦν εἰδέναι περὶ τῆς ἀληθείας. καὶ νὴ Δίʼ οἱ μὲν νυνὶ πάρεισιν, οἱ δʼ αὖθις ὥσπερ τὰ φύλλα δοκεῖ μὲν εἶναι ταὐτὰ καὶ τῶν αὐτῶν δένδρων, ἔστι δʼ οὐδέποτε ἃ πρὸ τοῦ. ποίαις οὖν ἐπιθυμίαις ὁ ῥήτωρ μέλλει δουλεύσειν, ἢ τὰ τίσι δοκοῦντα ἐρεῖν, ἢ τίνων στοχάσεσθαι, οἵ γʼ οὕτως ἀτόπως ἔχουσιν, ὥστʼ οὐδʼ αὐτοὶ γνῶναι δύνανται τί βούλονται; ἀλλὰ τοσοῦτʼ ἀπέχουσι τοῦ ταὐτὰ φρονεῖν ἀλλήλοις ὥστʼ οὐδεὶς αὐτῶν ὡς ἔπος εἰπεῖν αὐτὸς αὑτῷ περὶ τῶν αὐτῶν ταὐτὰ φρονεῖ διὰ τέλους, ἀλλὰ πάντες ὥσπερ χειραγωγοῦ τοῦ ῥήτορος χρώμενοι ἀεὶ δέονται. εἰς τίνας οὖν εἰπέ μοι βλέψει; πάλιν γὰρ ταυτὸν ἐρήσομαι. καὶ πῶς διακονήσεται ταῖς ἐπιθυμίαις; ὅταν γὰρ δέῃ μὲν διακονεῖν πολλοῖς, οὗτοι δʼ ὦσι μὴ κατὰ ταὐτὰ γιγνώσκοντες, πᾶσι δὲ ἀμήχανον ἐκ τῶν αὐτῶν ταὐτὰ χαρίζεσθαι, πῶς ὁ ῥήτωρ θεραπεύσει τὰς ἐπιθυμίας αὐτῶν; ἅμα γὰρ χαριεῖται τοῖς ἑτέροις καὶ τοὺς ἑτέρους ἀνιάσει. ὥστε οὐ μᾶλλον πρὸς ἡδονὴν ἢ πρὸς ἀηδίαν ἐρεῖ. πῶς οὖν καλεῖς διακόνους τούτους; οὐ γὰρ ἐγχωρεῖ. ὅτι τοίνυν αὐτὸς Πλάτων ὡμολόγηκε μὴ τὰ δοκοῦντα τοῖς πολλοῖς λέγειν τοὺς ῥήτορας ἔξεστιν ἴσως εἰπεῖν τοῦτό γε ὡς κἂν παῖς προσέχων φωράσειεν, ἵνα μὴ ἐλέγξειε λέγω. δίδωσι γὰρ δή που τοσοῦτον, πειθοῦς εἶναι