Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
47.p49
47.p49
δημιουργὸν τὴν ῥητορικήν· εἰ δὲ πισιευτικῆς ἢ διδασκαλικῆς οὐ διαφέρομαι τὰ νῦν εἶναι, ἀλλʼ οὖν τό γε πείθειν αὐτῷ προστίθησιν. ὅτε τοίνυν τὸ πείθειν ἐστὶ τῆς ῥητορικῆς, οὐ λέγουσι τὰ δοκοῦντα τοῖς πολλοῖς οἱ ῥήτορες. εἰ γὰρ τὰ δοκοῦντα λέγουσιν, οὐ πείθουσιν· οὐδεὶς γὰρ ἐφʼ αὑτοῦ γιγνώσκων ἑτέρῳ περὶ τούτου πείθεται. ἀλλὰ τούτῳ κεχώρισται τό τʼ ἐφʼ αὑτοῦ βεβουλεῦσθαι καὶ τὸ πεισθῆναι. ἀλλʼ εἰ καὶ τοῦτʼ ἄρα εἰπεῖν δεῖ, αὑτοῖς, οὐ τοῖς ῥήτορσι πείθονται οἱ τὰ δοκοῦντα αὑτοῖς ποιοῦντες. πείθει δὲ οὐδεὶς ὅστις μὴ τὴν αὑτοῦ γνώμην εἰπὼν ἐνίκησεν. ὥστʼ αὐτὸ τοὐναντίον τῷ Πλάτωνος λόγῳ συμβαίνει, εἰ τὰ τοῖς πολλοῖς δοκοῦντα λέγουσιν οἱ ῥήτορες. ἃ γὰρ οἱ βουλόμενοι λέγουσι, ταῦτα πείθονται λέγειν. οὐκοῦν εἰ μὲν ἡ ῥητορικὴ πειθοῦς δημιουργὸς καὶ τὸ πείθειν τῶν ῥητόρων, οὐ κολακεύουσιν οἱ ῥήτορες· οὐ γὰρ διακονοῦσι τοῖς πολλοῖς, ἀλλὰ πείθουσιν· εἰ δʼ οἱ ῥήτορες τὰ δοκοῦντα λέγουσι τοῖς πολλοῖς, οὐ δημιουργὸς ἡ ῥητορικὴ πειθοῦς· πειθομένους γὰρ τοῖς πολλοῖς, ἀλλʼ οὐ πείθοντας παρέχεται. πρὸς ταῦτα ἑλοῦ ὁποτέρωθι τὸ ψεῦδος. Πλάτων γὰρ ἡμῖν ἐλέγχει Πλάτωνα, καὶ τὸ κάλλιστον, οὐ πόρρωθεν, ἀλλʼ ἐκ τῶν αὐτῶν καὶ τοῖς αὐτοῖς λόγοις ἀναμίξ. ὡς τοίνυν οὔτʼ ἄλογον ἡ ῥητορικὴ οὔθʼ οἷον, ὡς οὑτωσὶ φάναι, στοχάζεσθαι, οὐδʼ, εἰ μετέχει τέχνης, εὕρημα ποιεῖσθαι, οὐδὲ μεθʼ ὧν ἀρτίως διεξῄειν τεχνῶν εἶναι τῶν πολλῶν, ἀλλὰ καὶ πλεῖστον λόγου μετέχον, μᾶλλον δὲ ἅπαν ἐν λόγοις, καὶ μέγιστον καὶ πρῶτον τῶν ἐν ἀνθρώποις καὶ τελεώτατον καὶ πέρας, εἰ οἷόν τʼ εἰπεῖν, εὐχῆς