Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 48 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
48.p50
48.p50
ἄξιον δεῖξαι. γνοίη δʼ ἄν τις εἰ σκέψαιτο τὴν φύσιν αὐτῆς καὶ ὑπὲρ τίνων καὶ πηλίκων τὸ κατʼ ἀρχὰς εὑρέθη καὶ τί πράττει καὶ ποιεῖ διὰ τέλους. οἶμαι τοίνυν ἅπαντας ἂν οἷς δυνατὸν συμφῆσαι τὸ μὴ κατὰ ταὐτὰ φῦναι τοὺς ἀνθρώπους, ἀλλὰ δυοῖν μερίδοιν τὴν μὲν οἵαν βιάζεσθαι καὶ πλεονεκτεῖν εἶναι, ἣν τῶν κρειττόνων τις ἂν εἴποι, λέγω δʼ οὐκ ἀρετῇ βελτιόνων, ἀλλʼ ἰσχυροτέρων, τὴν δʼ οἵαν ἐλαττοῦσθαι καὶ παρὰ γνώμην συγχωρεῖν ἀπορίᾳ τοῦ κωλύειν, ἣν τῶν ἀσθενεστέρων οὖσαν γιγνώσκομεν. τοῦτʼ οὖν εἶναι τὸ ποιῆσαν εὑρεῖν τι τοιοῦτον ἀνθρώπους ὑπὲρ αὑτῶν, ἢ θεούς γε ὑπὲρ τῶν ἀνθρώπων, ὃ τὴν μὲν ἰσχὺν ἐπισχήσει, τοῦ δὲ ἴσου καὶ δικαίου πᾶσιν ὥσπερ ἐνέχυρον γενήσεται ταυτὸν τοῖς τε πολλοῖς συμφέρον καὶ τοῖς πρὸς τὸ βιάζεσθαι πεφυκόσιν αὐτοῖς. οὐδὲ γὰρ ἐκεῖνοι ἔμελλον ἐκφεύξεσθαι τῶν ἀδίκων καὶ κακῶν ἔργων τἀπίχειρα, ἀλλὰ τῶν ἀσθενεστάτων πρώτων ἀναιρεθέντων ἄλλων ὑπʼ ἄλλων κατὰ μικρὸν, οὕτως ἀεὶ τῶν λοιπῶν ὑπεξαιρουμένων ἔμενε τελευτῶντας αὐτοὺς ἐφʼ ἑαυτοὺς ἐλθεῖν, ὥσπερ φασὶ τοὺς σπαρτοὺς, εἰ ἄρα καὶ ὁ μῦθος τοῦτο αἰνίττεται. ἐμοὶ μὲν γὰρ, εἴ τι δεῖ καὶ παραβῆναι, θαυμαστῶς δοκεῖ τοῦτο βούλεσθαι δηλοῦν. πεποίηκέ γε τὴν ἀρχὴν αὐτοῖς τῆς γενέσεως ἐκ δράκοντος ὀδόντων, αὐτοὺς δʼ ἀναβῆναί φησι τοὺς ἄνδρας ἐνόπλους, Ἄρει δὲ ἀνθʼ Ἑρμοῦ μελῆσαι τοῦ θέρους. ὅπερ οὖν ἔφην, οὐδʼ αὐτοῖς τοῖς ὑπερέχουσι ταῖς δυνάμεσιν εἰς τέλος λυσιτελήσειν ἔμελλεν ἡ δοκοῦσα κατʼ ἀρχὰς εὐτυχία, ἀλλʼ ὑφʼ οὗ καὶ κρείττους ἦσαν, μᾶλλον δʼ ᾤοντο εἶναι, ὑπὸ τούτου κατελείπετο αὐτοῖς ἀπολωλέναι, ὥστʼ ἔρρειν κομιδῆ τὰ πάντων ἀνθρώπων. ἔδει δή τι κοινὸν εὑρεθῆναι φάρμακον τῷ γένει ταυτὸν ἅπασι συμφέρον, τοῖς ἰσχυροῖς, τοῖς ἥττοσι, τοῖς ἐπιεικέσιν· ὡς τοὺς μὲν ἢ κωλῦσαι πρὸ τῶν ἀδικημάτων,

Intertext edge

Open linked passage

Note