Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
4.p4
4.p4
ὑπάρχειν εἰδότας τὸ προσίεσθαι καὶ προσέχειν ὁπόσον διαφέρει. ἅπαντας μὲν οὖν ἴσως τοὺς παλαιοὺς αἰδεῖσθαι μὲν δίκαιον, φρίττειν δὲ οὐκ ἄξιον, εἴπερ μὴ τοὺς ἐπὶ τοῖς λόγοις ὀνομασθέντας μᾶλλον ἢ τοὺς λόγους αὐτοὺς δεῖ δοκεῖν τιμᾶν· ὅτι δʼ εἰ πρὸς ἄλλον τινὰ χρὴ γνώμης οὕτως ἔχειν, καὶ πρὸς Πλάτωνα, οὐκ ἄλλου δέομαι μάρτυρος, ἀλλʼ αὐτὸς ἐξαρκεῖ οὐ μόνον οἷς ἁπανταχοῦ βοᾷ καὶ παρακελεύεται μηδὲν πρότερον ποιεῖσθαι τῆς ἀληθείας, ἀλλὰ καὶ ὀλίγῳ τῷ παραδείγματι. εἰ γὰρ ἐκεῖνος Ὁμήρῳ τῷ τοσοῦτον πρὸ αὐτοῦ περὶ πολλῶν ἐπιτιμῶν οὐκ ἀπεστέρηται λόγου, ἀλλʼ ἔχει πρὸς τοὺς ἀγανακτοῦντας ὅ τι εἴπῃ, κατʼ αὐτὸν, ὡς ἔοικε, Πλάτωνα καὶ τοὺς ἐκεῖνον ἐπαινοῦντας καὶ πάσης αἰτίας ἀφιέντας ἔστι, κἂν ἄλλος τις ἐκείνῳ δοκῇ τι λέγειν ὑπεναντίον, τολμᾶν ἀκροάσασθαι, μή που τοῦτʼ ἔγκλημα ποιουμένους, ἀλλʼ ἐὰν τοῖς περὶ τῶν πραγμάτων λόγοις ἀπολειφθῇ. ἃ τοίνυν εἴρηκε περὶ ῥητορικῆς φιλονεικότερον τοῦ δέοντος Γοργίου καὶ Σωκράτους ὑποθέμενος συνουσίαν Ἀθήνησι φέρε ἐπισκεψώμεθα καὶ δείξωμεν ὅπως ἔχει. καὶ γὰρ ἂν εἴη δεινὸν, εἰ ἐκεῖνος μὲν ὑποστὰς κατηγορεῖν ἐκ προφανοῦς οὐκ ἀπεστέρησε τρόπον γέ τινʼ αὐτὴν τῶν ὑπὲρ αὑτῆς λόγων. ἀλλʼ ἀπέδωκε δυσὶ καὶ τρισὶν ἀντειπεῖν, ὡς γοῦν ἐν σχήματι διαλόγων, ἡμεῖς δὲ οἱ τὸ ὅλον βοηθεῖν ἔχοντες καὶ προῃρημένοι μὴ τολμήσομεν, ὥσπερ τοσαῦτʼ ἀντιλέγειν Πλάτωνι δέον, ὁπόσα ἂν αὐτὸς πρὸς αὑτὸν βουληθείη. ἄλογον δέ μοι φαίνεται, εἰ Πλάτων μὲν οὐκ ᾐδέσθη ψέγων ῥητορικὴν, ἧς ἴσως τι καὶ αὐτῷ μετῆν, ἡμεῖς δʼ αἰσχυνούμεθα ὑπὲρ ῥητορικῆς λέγοντες μή τις διʼ ἐκεῖνον ἀχθεσθείη. χωρὶς δὲ τούτων εἰ μὲν μηδὲν ἀντειπεῖν δεῖ, ἀλλʼ ἐρήμην ἑαλωκέναι καθάπερ ἐν δικαστηρίῳ, καὶ