Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 52 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
52.p56
52.p56
καὶ τιμιώτερον ῥητορικὴ δικαστικῆς ὅσῳ μικροῦ δέω λέγειν δικαστὴς δημίου. ὁ μὲν γὰρ ἐλέγχει τἀδικήματα ὁ ῥήτωρ καὶ παραδίδωσι τῷ δικαστῇ, ὁ δʼ ἀκούσας καὶ μαθὼν παραδίδωσιν αὖ τοῖς ὑπηρέταις, καὶ μέσος ἔσθʼ ὁ δικαστὴς διακόνου καὶ ῥήτορος. αὖθις δὲ ἐπειδὰν τέλος ἡ δίκη λάβῃ, τῇ μὲν δικαστικῇ πλέον οὐδʼ ὁτιοῦν περίεστιν, ἀλλʼ ὥσπερ ἡ νομοθετικὴ θεῖσα τοὺς νόμους ἀπήλλακται, οὕτως ὁ δικαστὴς μετὰ τὴν κρίσιν. εἰσδεξαμένη δὲ ἡ ῥητορικὴ τοὺς ἤτοι διʼ ἄγνοιαν ἢ διʼ ἀγνωμοσύνην ἀγανακτοῦντας τοῖς δεδικασμένοις καὶ πρὸς θορύβους ἢ στάσεις τὰ πράγματα ἐξάγοντας κατέχει καὶ νουθετεῖ, πείθουσα στέργειν τοῖς νόμοις καὶ τῇ ψήφῳ τῶν δικαστῶν, οὐ τὸν Πινδάρου νόμον τιμῶσα, ὦ τἀναντία λέγων τῇ φύσει τῆς ῥητορικῆς, οὐδὲ ταῦτʼ ἐπᾴδουσα νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων ἄγει δικαιῶν τὸ βιαιότατον ὑπερτάτᾳ χειρί. τεκμαίρομαι ἔργοισιν Ἡρακλέος, ἐπεὶ ἀπριάτας. οὐ γὰρ φῂς ὅλου μεμνῆσθαι, ἐχρῆν δὲ ἴσως οὐδὲ τούτων, μὴ οὖν ἐπὶ ῥητορικήν γε. ἀλλʼ ἄχρι μὲν τούτου καὶ ἡ ῥητορικὴ λέγει, νόμος ὁ πάντων βασιλεὺς θνατῶν τε καὶ ἀθανάτων· τὰ δὲ ἑξῆς οὐκέτι ταὐτὰ— πόθεν; οὐδέποτε ἡμέρα καὶ νὺξ ταὐτὰ συμφήσουσιν— ἀλλὰ πᾶν τοὐναντίον ἄγει τὰ δίκαια πρεσβεύων καὶ τοὺς ἐν ὕβρει θρασεῖς νουθετῶν. εἰ γὰρ ἀξιώσει τὸ βιαιότατον νόμον εἶναι τὸν δικαιοῦντα καὶ τὴν ὑπερτάτην χεῖρα κρατεῖν Ἡρακλέους, ᾧ μετὰ τῆς χειρὸς τῶν δικαίων ἐμέλησεν, αὐτὴ τοῖς ἑαυτῆς λόγοις ἀπολεῖται. τίς γὰρ τόπος λοιπὸν

Intertext edge

Open linked passage

Note