Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 53 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
53.p57
53.p57
ἢ χρεία ῥητορικῆς ἢ λόγων, εἰ τὸ δίκαιον ἡ χεὶρ ὁριεῖ καὶ μηδὲν πλέον ἔσται τῷ δυναμένῳ διδάξαι περὶ τοῦ πράγματος; ποῦ δὲ τὸ πείθειν, εἰ τὸ βιάζεσθαι κρατήσει; καὶ ταῦτα αὐτῆς, ἧς ἔργον πείθειν, δούσης βιάζεσθαι; δοκεῖ δέ μοι καὶ Πίνδαρος, εἴ τι δεῖ περὶ τοῦ ᾁσματος εἰπεῖν, οὐκ εἰσηγούμενος οὐδὲ συμβουλεύων σπουδῇ ταῦτα λέγειν τοῖς ἀνθρώποις, ἀλλʼ ὡσπερεὶ σχετλιάζων. τεκμαίρομαι ἔργοισιν Ἡρακλέος αὐτοῖς τούτοις, ὅτι καὶ ἑτέρωθι μεμνημένος περὶ αὐτῶν ἐν διθυράμβῳ τινὶ σὲ δʼ ἐγὼ παρʼ ἁμὶν φησὶν αἰνέω μὲν Γηρυόνη, τὸ δὲ μὴ Διὶ φίλτερον σιγῶμι πάμπαν. οὐ γὰρ εἰκὸς φησὶν ἁρπαζομένων τῶν ὄντων καθῆσθαι παρʼ ἑστίᾳ καὶ κακὸν εἶναι. καίτοι τό γε πρὸς νόμον καὶ ταῦτα ἀνθρώπων ἅμα καὶ θεῶν βασιλέα μάχεσθαι οὐκ ἦν ἐπαινεῖν πρὸς Πινδάρου, οὐδὲ συμβουλεύειν πρὸς κέντρα λακτίζειν. αὐτὸς γοῦν τὸ τοιοῦτον κέκληκεν ὀλισθηρὸν οἶμον καὶ κελεύει φυλάττεσθαι. ἀλλὰ τί, φησὶ, τούτων ἐμοὶ νῦν; εἴτε γὰρ δοκοῦντα Πινδάρῳ ταῦτʼ ἦν εἴτε μὴ, ἀλλʼ οὐ τῇ γε ῥητορικῇ δείξει τὸ τοιοῦτον δοκοῦν. οὐ δεῖ γὰρ ἁρπάζειν ἕκαστον κατὰ δύναμιν καὶ τοῦτο νόμον καλεῖν, ἀλλʼ ἕκαστον τῶν δικαίων τυγχάνειν, καὶ τὸν ταῦτα διαιροῦντα νόμον τιμᾶν, καὶ καλεῖν γε μόνον τὸ τοιοῦτον νόμον καὶ τοὐναντίον παρανομίαν. τοῦτʼ ἔστι τὸ δόγμα τῆς ῥητορικῆς καὶ τούτῳ σύνεστι τῷ νόμῳ καὶ περὶ τούτου πείθει τηροῦσα ὅπως μηδεὶς ὑπερβήσεται, τοὺς ὑπερβαίνοντας σωφρονίζουσα. μέγιστον δὲ μαρτύριον· οὗ μὲν γὰρ νόμος καὶ δίκαι, ἐνταῦθα καὶ ῥητορικὴ καὶ λόγοι, οὗ δʼ ὑπερτέρα χεὶρ ἀφαιρεῖται τὸ δίκαιον, οὐδὲν ἴδοις ἂν ἐκεῖ ῥητορικῇ διοικούμενον. ἀλλʼ ἔστι μιᾶς ὡσπερεὶ μοίρας καὶ φύσεως οἱ νόμοι, ἡ δίκη, οἱ λόγοι. τριῶν δʼ οὐσῶν τούτων δυνάμεων, ὅπερ λέγων ἐξέβην, ἁπάσας τὰς χώρας ἡ ῥητορικὴ μόνη καταλαμβάνει. προτέρα γὰρ οὖσα τῆς

Intertext edge

Open linked passage

Note