Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 54 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
54.p58
54.p58
νομοθετικῆς κατὰ τὴν ἐκείνης χρείαν, προτέρα δʼ αὖ καὶ τῆς δικαστικῆς, ὅτε κἀκείνης ἔδει, λαβοῦσα μέσην πρότερον τὴν νομοθετικὴν, εἶτʼ αὖ τὴν δικαστικὴν ὡσαύτως διχόθεν περιέχουσα, πρώτη καὶ μέση καὶ τελευταία γίγνεται, ὁμοῦ μὲν ἀμφοῖν αὑτὴν μέσην, ὁμοῦ δʼ ἄμφω μέσας αὑτῆς καθιστᾶσα, ὡς μάλιστʼ ἔμελλον ἅπασαι συμμένειν, ἀντὶ συνδέσμου τῇ ῥητορικῇ χρώμεναι. πότερον οὖν πολιτικῆς μορίου εἴδωλον ἡ ῥητορικὴ, ἢ τὰ τῆς πολιτικῆς ὡς σὺ φῂς μόρια ὑπὸ τῆς ῥητορικῆς συνέχεται; ἐμοὶ μὲν γὰρ ὡς ἀληθῶς οὐ ῥητορικὴν ἐν τούτοις κακίζειν φαίνεται οὐδὲ πολιτικῆς μορίου εἴδωλον δεικνύναι, ἀλλʼ οὕτως ὥσπερ εἴδωλον ῥητορικῆς ἀπειληφὼς ἐπὶ τούτῳ σπουδάζειν, αὐτῆς δʼ οὐδʼ ἅπτεσθαι, ὥσπερ οἱ Στησιχόρου Τρῶες οἱ τὸ τῆς Ἑλένης εἴδωλον ἔχοντες ὡς αὐτήν. διαφέροι δʼ ἂν τοσοῦτον, ὅτι οὐδὲ ὅμοιον τῇ ῥητορικῇ τὸ εἴδωλον. ἀλλὰ μὴν τῆς γε ἀρετῆς τέτταρα δή πού φασιν εἶναι μόρια, φρόνησιν, σωφροσύνην, δικαιοσύνην, ἀνδρείαν. ῥητορικὴ τοίνυν εὑρέθη μὲν ἐν φρονήσει καὶ ὑπὲρ δικαιοσύνης, σωφροσύνη δὲ τῶν ἐχόντων καὶ ἀνδρεία τὰς πόλεις σώζει· σωφροσύνη μὲν, ἐπεὶ τὸν ἐν κόσμῳ βίον πρὸ τῆς ἀταξίας αἱροῦνται, ἀνδρεία δʼ ὅτι τοῖς ἐναντίοις οὐχ ὑπείκουσιν. ἂν γὰρ εἴξωσιν, οὐ φυλάξουσι τὴν ῥητορικὴν, ὥστε ἕως ἂν φυλάττωσιν, οὐκ εἴκουσιν. οὐκοῦν οὐ τεττάρων ὄντων μορίων τῆς κολακείας τοῦτό ἐστι ῥητορικὴ πρὸς δικαιοσύνην ὅπερ ὀψοποιικὴ πρὸς ἰατρικὴν, ἀλλὰ τεττάρων ὄντων μορίων τῆς ἀρετῆς ἅπαντα διʼ αὐτῆς πεποίηται, καὶ ὅπερ ἐν σώματι γυμναστικὴ καὶ ἰατρικὴ, συναμφότερον λέγω, τοῦτʼ ἐν τῇ ψυχῇ καὶ τοῖς τῶν πόλεων πράγμασι ῥητορικὴ φαίνεται. τὰ μὲν γὰρ ἄδηλα εἰ καὶ γενήσεται

Intertext edge

Open linked passage

Note