Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 55 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
55.p59
55.p59
προορᾷ, ἐπειδὰν δημηγορῇ· τὰ δὲ ὅπως μὴ γενήσεται προορᾷ, ἐπειδὰν νομοθετῇ· τὰ δὲ διατηρεῖ καθʼ ὅσον δύναται· τὰ δὲ πραχθέντα ἐπανορθοῖ, ἐπειδὰν τοὺς ἀδικοῦντας τοῖς δικασταῖς παραδιδῷ. τί οὖν εἰ Ἀρχέλαος τὸν αὑτοῦ δεσπότην καὶ θεῖον ἀποκτείνας κατέσχε τὴν ἀρχὴν, ἢ τὸν ἑπταετῆ ἐκείνου παῖδα εἰς τὸ φρέαρ ἐμβαλὼν ἔφη πρὸς Κλεοπάτραν διώκοντα τὸν χῆνα ἐμπεσεῖν, ἢ μανίᾳ τινὶ παρελήρησεν ἐπὶ τῆς μύλης, τί ταῦτʼ ἐστὶ πρὸς ῥητορικὴν, ὦ πάντα λόγον καὶ μονονοὺ τοὺς λίθους κεκινηκὼς ὡς ἀληθῶς αὐτούς; τί βούλεταί σοι τὰ μηδὲν προσήκοντα ἐπεισόδια; οὐ γὰρ ἔγωγε ταῦτʼ ἔπειθον, φήσειεν ἂν ἡ ῥητορική. οὐδʼ εἴ τις ἐπείθετο ἐμοὶ σφάττων καὶ ἀποπνίγων, οὔτε ταῦτα οὔτʼ ἄλλʼ οὐδʼ ὁτιοῦν ἂν διεπράττετο, ἀλλὰ πείσας καὶ φανερῶς ἀποδείξας ὅτι τῶν αὑτῷ προσηκόντων ἀντιποιεῖται. ἐπὶ γοῦν τῶν βραχυτέρων, φησὶ, τούτῳ χρῶμαι καὶ τοὺς κλήρους οὐ τοῖς ἁρπάσασιν, ἀλλὰ τοῖς ἀποδείξασι δίδωμι. καὶ τὸν Ἀρχέλαον αὐτὸν, φησὶν, οὐχ ὅπως τούτων ἄν ποτε ἠξίωσα, ἀλλʼ εὐθὺς ἂν εἰσήγαγον οὗ δίκην ἂν ἔδωκε καλὴν καὶ πρὶν τὸν παῖδα ἴσως ἀποπνῖξαι, ἔτι τῶν πρώτων φόνων ὄντων ἐν χερσὶν, εἴ τινα εἶχεν ἡ ῥητορικὴ χώραν ἐν Μακεδονίᾳ· νῦν δʼ ἀπούσης ἐμοῦ ὁ μὲν ἠδίκει, οἱ δʼ ἠτύχησαν οἵ τε διαφθαρέντες καὶ οἱ τοιοῦτον ἄρχοντα δεξάμενοι. ὥστʼ εἰ μηδαμόθεν ἄλλοθεν, ἔκ γε τῶν Ἀρχελάου κακῶν γνῶθι ὡς καλὸν ῥητορικὴ καὶ ἀναγκαῖον καὶ πόλει καὶ ἔθνει παρεῖναι μέλλοντι σωθήσεσθαι καὶ μὴ τοῖς ἐναγέσι κακῶς

Intertext edge

Open linked passage

Note