Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
57.p61
57.p61
οὐχ ὁρᾷ, οὐδʼ οἰήσεται καὶ τὸν ὑπὲρ ταύτης λέγοντα καὶ σεμνύνοντα πάνθʼ ὅσα πώποτʼ ἐπράχθη χρηστὰ κατʼ ἀνθρώπους ἐπὶ ῥητορικὴν ἄγειν δυνήσεσθαι. ἡμεῖς τοίνυν ἀποδείκνυμεν οὗ χάριν εὑρέθη ῥητορικὴ, ἵνʼ εἰ μὲν εἴη τοῦτο καλὸν, καὶ τὴν ῥητορικὴν χρηστὸν ἡγώμεθα, εἰ δʼ αἰσχρὸν καὶ φευκτὸν, τοῖς αὐτοῖς ὀνόμασι καὶ λογισμοῖς καὶ περὶ τῆς ῥητορικῆς χρώμεθα. φαίνεται τοίνυν ἐξ ἀρχῆς ὑπὲρ τοῦ δικαίου συστᾶσα καὶ νομισθεῖσα, ὥσπερ ἀφʼ ὧν, ὅπερ εἶπον, τοῦτο ἴσχυσεν ὄνομα οἱ νόμοι. ἔδει γὰρ τοῖς ταῖς χερσὶν ἐλαττουμένοις λόγου καὶ νόμου βοηθοῦ. οὐκοῦν ὅσʼ ἄν τις ἐκλέξας ἀδικήματα εἰς τὸ μέσον φέρῃ, πρὸς τῷ μηδὲν προὔργου πράττειν εἰς τοὺς κατʼ αὐτῆς ἐλέγχους καὶ τοὺς ὑπὲρ αὐτῆς λόγους κομιεῖ. ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ὥστε μισεῖν καὶ κωλύειν εὑρέθη. νὴ Δίʼ ἀλλὰ συκοφαντοῦσί τινες τῆς ῥητορικῆς προϊστάμενοι. καὶ κατʼ αὐτό γε τοῦτο σεμνότερον ἡ ῥητορική. πῶς; ὅτι καὶ τῶν ἰατρικῆς, οἶμαι, τινὲς προϊσταμένων ἀπέκτειναν φαρμάκῳ τινὰς ἤδη καί τινʼ ἴσως ἄλλον τρόπον, ἀλλʼ οὐ διὰ τοῦτο πονηρὸν ἡ ἰατρικὴ, ἣ τοσοῦτον ἀπέχει τοῦ κτείνειν ἀνθρώπους ὥστʼ ἐστὶ θανάτου φάρμακον ὡς εἰπεῖν τό γε ἐφʼ ἑαυτῇ. οὐκοῦν ὅστις μάλιστα μισεῖ καὶ δυσχεραίνει τοὺς ἀποκτιννύντας, οὗτος μάλιστα τοὺς σώζοντας ἀσπάζεται καὶ τιμᾷ. οὐκοῦν καὶ ἐπὶ τῆς ῥητορικῆς εἰ μὲν πέφυκεν ὥστε ὑβριστὰς καὶ κόλακας ποιεῖν, ἐξ ἀνάγκης αἰσχρὸν καὶ ἀγεννὲς καὶ ἀνελεύθερον καὶ οὐ πρέπον ἀνδρὶ καλῷ κἀγαθῷ· εἰ δὲ ὑπὲρ τοῦ λόγῳ σώζειν τοὺς ἀνθρώπους καὶ τὸ δίκαιον, ὑπὲρ τούτου κατεδείχθη, ὅπερ κατὰ σῶμα ἰατρικὴ, τοῦτʼ ἐν ψυχῇ ῥητορικὴ προϊόντος ἑξῆς