Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
58.p62
58.p62
τοῦ λόγου πέφηνεν ἡμῖν οὖσα, ἐῶ γὰρ τὰ νῦν γυμναστικήν. ὥσθʼ ὅστις μάλιστα τοὺς συκοφαντοῦντας ἢ κολακεύοντας δυσχεραίνει, τούτῳ μάλιστα προσήκει τὴν ὑπὲρ τοῦ βελτίστου νομισθεῖσαν καὶ τούτων οὖσαν φάρμακον τιμᾶν. ὥσπερ γὰρ ὅστις ἀποκτιννύει ἰατρικὴν ὑπισχνούμενος οὐχ ἅμα ἰατρός τέ ἐστι καὶ ἀποκτίννυσιν, ἀλλʼ ἕως μὲν ἰατρὸς, οὐδαμῶς συμπράξει ταῦτα, ἀλλὰ κἂν ἄλλου πατάξαντος αὐτὸς ἰῷτο, ἅμα δὲ ἀποκτίννυσί τε καὶ τὴν τέχνην συνδιέφθαρκεν, οὕτω κἀνταῦθα οὐχ ἅμα ῥήτορές τέ εἰσι καὶ συκοφαντοῦσι καὶ κολακεύουσιν, ἀλλʼ ἕως μὲν ῥήτορες, οὐδέτερα τούτων, οὐδέ γʼ ἄλλο τι αἰσχρὸν οὐδέν ἐστι παρʼ αὐτοῖς οὐδὲ παρὰ πολὺ, ἀλλὰ τοὺς μὲν ἀδικοῦντας ἐξελέγχουσι, τοὺς δʼ ἀγνοοῦντας διδάσκουσι περὶ τῶν πραγμάτων, ἅμα δʼ ἔξω τούτων τε καὶ τῆς ῥητορικῆς ἔσονται. οὔκουν ὄνειδος ποιήσουσι τῇ ῥητορικῇ, ὁπόταν πλημμελῶσιν. ἁμαρτήσονται γὰρ τοσοῦτον αὐτῆς ὅσονπερ τοῦ δικαίου, ἐπεὶ καὶ ἡ κυβερνητικὴ τοῦ σώζεσθαι δή που τοὺς ἐμπλέοντάς ἐστι τέχνη, καὶ μὴν ἔχοι γʼ ἄν τις τῶν ἐπὶ πρύμναν καθημένων ἀναγαγὼν εἰς τὸ πέλαγος καὶ καταδῦσαι καὶ ἄλλο τι χρήσασθαι τοιοῦτον. ἀλλʼ οὔτε τὴν κυβερνητικὴν δεῖ ψέγειν διὰ ταῦτα οὔτε λέγουσιν ἄνθρωποι ὅτι τῇ τῶν ἐμπλεόντων σωτηρίᾳ πάντων ἐναντιώτατόν ἐστι κυβερνήτης συνεμβὰς, οὔτε τοὺς καταποντιστὰς εἰς ἓν, οἶμαι, τοῖς κυβερνήταις οὐδεὶς τίθησιν. ἀνάγκη μὲν γὰρ, οἶμαι, καὶ τὰ βλάψοντα τὴν ναῦν καὶ τὰ διατηρήσοντα εἰδέναι τόν γε κυβερνήτην, ὥσπερ οἶμαι καὶ τὸν ἰατρὸν ἀνάγκη καὶ τὰ σφαλερὰ τῷ σώματι γιγνώσκειν καὶ τὰ σωτήρια· χρῆσθαι δʼ ἑκατέρωθι τοῖς χρηστοῖς ἡ τέχνη βούλεται, εἰκότως καὶ κατʼ ἐπωνυμίαν. καὶ τοσοῦτόν γʼ