Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
59.p63
59.p63
ἀπέχει τοῦ περὶ ταῦτα κακουργῶν τις φυλάττειν τοὔνομα τῆς τέχνης, ὥστε κἂν ἄκων ἐξαμάρτῃ, φησὶν ὁ Πλάτων, οὐκ ἀκριβεῖ τῷ λόγῳ χρώμεθα, ἐπειδὰν φῶμεν ὅτι ὁ ἰατρὸς ἐξήμαρτεν ἢ ὁ κυβερνήτης. ἕως γὰρ ἂν ἡ τέχνη κρατῇ, ἁμάρτημα οὐκ ἔστιν, οὐ γάρ ἐστιν ἁμαρτεῖν κατʼ αὐτήν· τὸ γὰρ ἁμαρτεῖν οὐκ ἔστι τέχνη. κομιδῆ ἄρα ἐάν τις ἐξεπίτηδες τἀναντία οἷς ἡ τέχνη βούλεται ποιῇ, τοῦτον ᾧ μετέχει τῆς τέχνης ἀδικεῖν φήσομεν, ἢ τῇ τέχνῃ ποιεῖν ὄνειδος, ἀλλʼ οὐ τὴν τέχνην τούτῳ διπλοῦν ποιεῖν τοὔνειδος. καὶ τί δεῖ παραδειγμάτων ἑτέρων ἀλλʼ οὗ μικρῷ πρόσθεν ἡμεῖς τε ἐμεμνήμεθα καὶ Πλάτωνα σύμψηφον ἐδείκνυμεν; οἱ νόμοι σωτηρίας δή που τῶν πόλεων ἕνεκα καὶ τοῦ τὰ δίκαια βεβαιοῦν ἅπασι τίθενται, καὶ ἡ νομοθετικὴ καὶ κατʼ αὐτὸν ἐκεῖνον καὶ καθʼ ἡμᾶς καὶ κατὰ πάντας ἀνθρώπους χρηστὸν καὶ καλὸν καὶ σὺν δικαιοσύνῃ καταριθμεῖσθαι τοῦτʼ αὐτὸ δή που τὸ δικαίως οὐκ ἐκπεφευγὸς, Πλάτων δὲ αὐτὸ καὶ πρότερον τίθησιν. ἐὰν οὖν τις ἡμᾶς ἔρηται λέγων ὡδὶ, πόσοι δὲ ἤδη νόμους ἤνεγκαν οὐδὲν ὑγιὲς καὶ πάντʼ ἔχοντας τὰ δεινότατα; πόσοι δʼ ἐν γραφαῖς ἑάλωσαν παρανόμων; ἢ πόσοι τῶν κυρίων ὄντες νόμων ἐλύθησαν ὡς οὐκ ἄμεινον αὐτοῖς χρῆσθαι; τί οὖν; πότερον τὴν νομοθετικὴν οὐ πάντη καλὸν φήσετε διὰ τοὺς τοιούτους νόμους, ἢ πάντας τοὺς πώποτε γραφέντας ἢ μέλλοντας γραφήσεσθαι νόμους εἶναι καλοὺς καὶ δικαίους, ἐπειδὴ δεῖ πάντως καλὸν εἶναι τὴν νομοθετικήν; ἆρʼ ἄφυκτα ἐρωτᾶν αὐτὸν φήσομεν καὶ συγκαλυψόμεθα; ἢ τίνος ἐστὶν εὐπορῆσαι μετρίας ἀποκρίσεως καὶ ἣ τὴν νομοθετικὴν καὶ τοὺς τῷ ὄντι νόμους καλόν τε καὶ δίκαιον εἶναι φήσει; τούτου γὰρ χάριν ἐλθεῖν εἰς ἀνθρώπους τὸ πρῶτον, τὰ δὲ τοιαῦτα οὐ νόμους εἶναι μᾶλλον ἢ τὸ τοῦ Δημοσθένους ἀνομίαν, καὶ ἃ κωλύουσιν οἱ νόμοι καὶ ὑπὲρ