Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
5.p5
5.p5
ταῦτα λόγων τέχνην οὖσαν, ἄλλο τι τοῦτʼ ἂν εἴη τοὐπίταγμα· εἰ δʼ ἔσθʼ ὅντινα δεῖ, σχεδὸν ἡμῖν ἂν πρέποι, ἵνα καὶ τὸ δίκαιον εὐθὺς ἐν αὐτῷ τούτῳ πρώτῳ δείξωμεν οὗ προεστήκαμεν· ὡς ἔστιν οὐ λόγον σῶζον παρʼ ἧς τὸ τοῖς ἄλλοις συναγορεύειν ἐστὶ, ταύτῃ τῶν παρʼ αὐτῆς μὴ μεταδοῦναι, ἀλλὰ δυοῖν θάτερον, ἢ τοιοῦτον εἶναι δοκεῖν αὐτὴν οἷον Πλάτων βεβούληται, ἢ τοιοῦτόν γʼ εἶναι δοκεῖν ποιῆσαι. οὐ γάρ ἐστιν ἓν τοῦτο ὃ πανταχοῦ, ὅτι τὰς αἰτίας ἡ σιωπὴ βεβαιοῖ, ἀλλʼ ἅμα τῶν τε δικαίων οὐ τεύξεται καὶ τὸ σεμνὸν αὐτῆς ἐπʼ αὐτῆς ἐξελήλεγκται. δόξει γὰρ οὐχ οἷα τʼ εἶναι σώζειν τὰ δίκαια. ἐγὼ δὲ μάλιστα μὲν καὶ πρῶτον αἰδοῖ τῶν λόγων αὐτῶν καὶ τῷ νομίζειν χρῆναι καθάπερ γονεῦσι βοηθεῖν, ὡς ἕκαστος ἔχει τῆς ἐν αὐτοῖς δυνάμεως, εἶτα καὶ τῶν ἄλλων ἕνεκʼ ἀνθρώπων, ὅπως μὴ περὶ τῶν μεγίστων φαύλως ὑπαχθεῖεν μηδʼ ἀγνοήσαιεν ὅσῳ λαμπρότερος καὶ μείζων ἀνὴρ, τοσούτῳ προχειρότερον πιστεύσαντες αὐτῷ, μηδὲ ἣν οὐ θέμις οὐδὲν φλαῦρον ἀκοῦσαι, ταύτην οἰόμενοι κακίζειν αὑτοὺς τῶν καλλίστων ἀποστερήσαιεν ἑκόντες, ἐν ἴσῳ δὲ ἄκοντες εἰπεῖν, ὑπέστην τὸν λόγον τοῦ τε δικαίου χάριν καὶ τῆς χρείας. τὸ μὲν οὖν ἀξίωμα τοσοῦτον τοῦ παρόντος ἀγῶνος. καλῶ δʼ ἐπὶ τούτῳ τῷ τολμήματι καὶ Ἑρμῆν λόγιον καὶ Ἀπόλλωνα μουσηγέτην καὶ Μούσας ἁπάσας ἡγεμόνας γενέσθαι, μάλιστα μὲν καὶ διʼ αὐτὸ τὸ ἴδιον τῆς νῦν κλήσεως, ὅτι τούτων ἡ δωρεὰ ὑπὲρ ἧς ἅμα καὶ διʼ ἧς ἀγωνιζόμεθα, ἔπειθʼ ὅτι καὶ δύο συμπέπτωκεν. οὔτε γὰρ πρὸς τὸν φαυλότατον τῶν Ἑλλήνων οὔθʼ ὑπὲρ