Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
60.p64
60.p64
ὧν εὑρέθησαν ὅπως μὴ γίγνοιτο. προσθείην δʼ ἂν ἔγωγε ὅτι ὦ ὡδὶ σὺ ἐρωτῶν οὐ φοβεῖ με τοῦτο, ὅτι ἑάλωσαν παρανόμων νόμους ἤδη τινὲς γράψαντες. ἀλλὰ καὶ τοῦτο ἐμοὶ μαρτυρεῖ. τοὺς γὰρ παρανόμων ἁλόντας οὐκέτʼ εἶναι νόμους τό γε ἀκριβές· οὐ γὰρ ἂν εἶεν νόμοι τε ἅμα καὶ παρὰ τοὺς νόμους. ὥστε παρανόμοις ἀκούειν οὐ νομίμοις προσήκει γράμμασιν αὐτοῖς. ταῦτά μοι καὶ ὑπὲρ ῥητορικῆς ἔστω πρὸς Πλάτωνα. ἣν δʼ ἂν τότε κοινὴν ἐποιησάμεθʼ ἀπόκρισιν, αὕτη νῦν ἐμοὶ πρὸς τὸ παρὸν γιγνέσθω. οὐκ ἂν ὁμοῦ κόλακές τε καὶ ῥήτορες εἶεν, οὐδὲ ὁμοῦ συκοφάνται καὶ ῥήτορες, εἴπερ ὄντως ἡ ῥητορικὴ τοῦ δικαίου χάριν εἰσῆλθε καὶ σωτηρίας τοῖς ἀνθρώποις, ὥσπερ οἱ νόμοι. ἀλλʼ ἕως ἂν ἰατρικὴ σώζῃ τοὺς κάμνοντας καὶ κυβερνητικὴ σώζῃ τοὺς πλέοντας καὶ νόμοι τοὺς χρωμένους, οἱ ῥητορικῆς λόγοι σώζουσιν οὓς χρὴ καὶ τὸ δίκαιον φυλάττουσιν· ἐπεὶ καὶ τὴν ὑφʼ ἡμῶν ταύτην κληθεῖσαν φιλοσοφίαν, εἴ τις βούλοιτο κακίζειν, πόλλʼ ἂν ἔχοι παράγειν ἐν τοῖς λόγοις· οἷον εἰ Διαγόρου κατηγοροίη καὶ Ἀναξαγόρου καί τινας ἄλλους ἐκλέξας ὕστερον ἢ καὶ τὸ πρότερον γενομένοις ἀτόπους ἀνθρώπους· ὧν οἱ μὲν διέφθειραν δή που τινὰς, οἱ δʼ ἐβλασφήμησαν περὶ θεοὺς, οἱ δὲ λόγους ἄλλους τινὰς εἶπον, οὓς οὐκ ἄμεινον ἦν ὅλως, οἱ δὲ αὐθαδείας πλέον ἢ φρονήσεως εἰσηνέγκαντο. ἀλλὰ μὴ οὕτω βέλτιον ᾖ λέγειν, ὅτι οὐκ, εἴ τινες φιλοσοφίας προβλήματι χρώμενοι φαῦλοι καὶ μηδὲν βελτίους τῶν πολλῶν γεγόνασιν, ἢ νὴ Δία καὶ δεινότεροι κακουργεῖν, οὐ διὰ ταῦτα ἀτιμαστέον φιλοσοφίαν, ἕως ἂν φιλοσοφία μὴ τὸ τὰ τοιαῦτα ποιεῖν ᾖ, ἀλλʼ αὐτοῖς τούτοις τεκμηρίοις χρηστέον κατʼ ἐκείνων, ὅτι διημαρτήκασι φιλοσοφίας.