Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
62.p66
62.p66
κρεῖττον ἢ ἀδικεῖν. εἰ δʼ οὔτʼ ἐκεῖνο ἐπαναγκάζει καὶ τοῦτο κωλύει, κατʼ ἐκεῖνο μὲν οὔτε ἀγαθὸν οὔτε κακόν πω, δῶμεν γὰρ ὡς ἐν τῷ παρόντι, κατὰ τοῦτο δὲ κυρίως ἀγαθὸν καὶ τοσούτῳ βέλτιον ἢ χεῖρον, ὅσῳ τοῦ βελτίονος μετείληφεν, ἀλλʼ οὐ τοῦ χείρονος, εἴπερ βέλτιον τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, ἢ δυοῖν ἐκείνοιν τὸ ἕτερον. καὶ μὴν ὁ μὲν μὴ ἀδικεῖν ἐγνωκὼς οὐχ ἅμα αὐτός τε τοῦ κακουργεῖν ἀπέχεται καὶ τὸ ἀδικεῖσθαι πέφευγεν. αὐτὸ γὰρ τοῦτο ἦν ἀδικεῖν τὸ κακῶς ὃν οὐ προσῆκε ποιεῖν. ὥσθʼ ἕως ἂν ἐν ἀνθρώποις ᾖ τὸ κακουργεῖν, ἀδικήσεται. ὁ δὲ τὴν τοῦ μὴ ἀδικεῖσθαι φυλακὴν ἔχων ἅμα καὶ τὸ ἀδικεῖν που κωλύει. ὥσπερ γὰρ ἅμα τε ἠδίκηται καὶ ἠδίκηκεν ἕτερος, οὕτως ὁ τὴν τοῦ μὴ ἀδικεῖσθαι δύναμιν ἔχων τὴν αὐτὴν τοῦ μὴ ἐᾶν ἀδικεῖν ἔχει. ὥστε εἰ τὸ μὲν μὴ ἀδικεῖσθαι τῆς ῥητορικῆς τίθησι, τὸ δὲ μὴ ἀδικεῖν τῆς φιλοσοφίας, τοσούτῳ χείρων φιλοσοφία ῥητορικῆς, ὅσῳ τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν. ὁπότε δʼ αὖ πρὸ τούτου τίθησι τὸ μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, τούτῳ βελτίων αὖ γίγνεται ῥητορικὴ φιλοσοφίας, ἐπειδή γε ὁμοῦ τῷ ἀδικεῖσθαι καὶ τὸ ἀδικεῖν ἀναιρεῖ. ἐπεὶ καὶ οἱ νόμοι κωλύοντες ἀδικεῖσθαι, ἅμα καὶ ἀδικεῖν δή που κωλύουσιν. οὐ γὰρ ἔστιν οὐκ ὄντων τῶν ἀδικουμένων τοὺς ἀδικοῦντας εἶναι, μηδενὸς ὄντος ἐφʼ ὃν τοῦτʼ ἔρχεται. ὥσθʼ ἡ ῥητορικὴ τὸ ἀδικεῖσθαι κωλύουσα συγκωλύει καὶ τὸ ἀδικεῖν αὐτῷ τούτῳ ᾧπερ τὸ ἀδικεῖσθαι. εἰ δὲ δὴ καὶ ὅλως βοηθείας ἕνεκα τῷ δικαίῳ τὴν ῥητορικὴν δείκνυμεν εὑρεθεῖσαν καὶ τὴν αὐτὴν καθαρῶς τάξιν ἔχουσαν τοῖς νόμοις, οὐ μόνον, ὡς ἔοικεν, ὁ ῥήτωρ οὐ τὸ μὲν ἀδικεῖσθαι φεύξεται, τὸ δʼ ἀδικεῖν βεβαιώσει, ἀλλʼ οὐδὲν οὕτως ὡς τὸ ἀδικεῖν κωλύσει. οὐ γὰρ μόνον τῶν εἰς αὑτὸν σχήσει πρόνοιαν, ἀλλʼ ὅπως μηδʼ ἄλλος πείσεται κακῶς, εἴπερ ὧν τοὺς νόμους χάριν, τούτων καὶ τὴν ῥητορικὴν εὑρέσθαι νενίκηκεν.