Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 63 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
63.p67
63.p67
ἀλλὰ μὴν ὅ γε ἑτέρους τὰ δίκαια πράττειν ἐπαναγκάζων πολύ που πρῶτον αὐτός γε παρεσκεύασται. οὐ γὰρ ἐγχωρεῖ βοηθεῖν μὲν τῷ δικαίῳ, τοῦ δὲ καταλύειν τὸ δίκαιον αὐτὸν πρῶτον ὑπάρχειν. οὐκοῦν ὁ ῥήτωρ οὐ μόνον αὐτὸς οὐκ ἀδικήσει, ἀλλʼ οὐδʼ ἕτερον ἐάσει· οὐδʼ αὖ μόνον αὐτὸς οὐκ ἀδικηθήσεται, ἀλλʼ οὐδʼ ἕτερος τό γε τούτου μέρος. εἰ δὲ μήτʼ ἀδικήσει μήθʼ ἕτερον ἐάσει, κατὰ πάντας τοὺς τρόπους ἡ ῥητορικὴ καλὸν κἀγαθὸν καὶ καθʼ ὃν αἰσχρὸν τὸ ἀδικεῖν καὶ καθʼ ὃν κρεῖττον τὸ ἀδικεῖσθαι ἢ ἀδικεῖν καὶ καθʼ ὃν ὅλως βέλτιστον μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, καὶ πέφηνεν ὁ τῷ ὄντι ῥήτωρ ἀνδρὸς ἁπλῶς εἰπεῖν ἀγαθοῦ τοσούτῳ κρείττων, ὅσῳ ὁ μὲν τὸ καθʼ αὑτὸν μόνον παρέχεται, ὁ δὲ καὶ τοὺς ἄλλους ὅπως τοιοῦτοι γενήσονται παρασκευάζει. ὁ μὲν γὰρ καλός τε κἀγαθὸς οὐ πάντη ῥήτωρ, ὁ δὲ ῥήτωρ καλὸς κἀγαθὸς, ὅς γε καὶ τοὺς ἄλλους ἐπὶ ταῦτʼ ἄγει. οὐ μὴν ἀλλʼ εἰ τούτῳ Πλάτων ἰσχυρίζεται ὡς οὐ πολλήν τινα οὐδʼ ἀξίαν σπουδῆς οὐδὲ λόγου χρείαν ἡ ῥητορικὴ παρέχεται, ὅτι οὐ τηλικοῦτόν ἐστι τὸ ἀδικεῖσθαι κακὸν ἡλίκον τὸ ἀδικεῖν, τί κωλύει καὶ τοὺς νόμους αὐτὸν ἅπαντας τοῖς αὐτοῖς τούτοις διαγράφειν; οὐ γὰρ ἄλλο γʼ οὐδὲν ἢ τοῦτο βούλονται, μάλιστα μὲν μηδένα μηδὲ ὑφʼ ἑνὸς πάσχειν κακῶς, εἰ δὲ μὴ, δίκην τοῖς παθοῦσι παρὰ τῶν πραξάντων ἢ τῶν αἰτίων γίγνεσθαι. ὥστʼ οὐ μόνη ἄπεισιν ἐκ τῶν πόλεων ἐκκηρυχθεῖσα ὑπὸ τοῦ Πλάτωνος, ἀλλʼ ὥσπερ ἑταιρείας καταγνωσθείσης μετὰ τῶν ταὐτὰ συμβουλομένων νόμων ἐξελαθήσεται· καὶ τότε ῥητορικὴν ἐκπέμψομεν καὶ προπηλακιοῦμεν, ὅταν καὶ τοὺς νόμους συνεκπέμψαι καλῶς ἡμῖν ἔχῃ. πότʼ οὖν τοῦτʼ ἂν γένοιτο; τίς ὁ καιρὸς

Intertext edge

Open linked passage

Note