Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 64 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
64.p68
64.p68
αὐτοῦ; τῶν Πλάτωνος ἑταίρων ἀποκρινάσθω τις, ἐπειδήπερ αὐτὸν οὐκ ἔχομεν παραστήσασθαι. καὶ μὴν οὐδʼ ἐνταῦθα ἔξω μαρτυρίας ἡμῖν παντελῶς στήσεται, ἀλλὰ καὶ ἔτι μᾶλλον ἐν τούτοις ἤπερ ἐν οἷς ἄρτι διέξεισι φαίνεται μαρτυρῶν. οὐ γὰρ περὶ τῶν ἄλλων νόμων οὐδὲ πολιτειῶν διαλέξομαι, οὐδʼ οὓς ὁ δεῖνα ἔθηκεν, ἀλλʼ εἴ τις αὐτὸν ἔροιτο, ὦ δαιμόνιε καὶ πάντα σὺ θαυμαστὰ εὑρίσκων, εἰ μηδέν ἐστι πρᾶγμα τὸ ἀδικεῖσθαι, μηδʼ ἡ τοῦτο κωλύουσα δύναμις μηδενὸς ἀξία λόγου, μηδʼ ὁπόσα ἐστὶ καὶ γίγνεται μηδὲν χρηστὸν, ἀλλʼ οὕτως ἄτιμον καὶ ἀνελεύθερον ὥστʼ εἶναι μόριον κολακείας καὶ σκιᾶς, τοῦ χάριν οἰκίζων ταύτην τὴν ἐν τῇ βίβλῳ πόλιν καθίστης αὐτῇ πολιτείαν, ἀφʼ ἧς μηδʼ ὁτιοῦν πείσεται, καὶ τὸ μάχιμον χωρὶς τῶν ἄλλων ἱδρῦσθαι κελεύεις, τιμὴν τὴν πρώτην ἀποδοὺς, ἵνα μή τι πάθῃ, μηδὲ ὑπὸ ποίων ἀδικηθῇ πολεμίων; εἰ γὰρ ἐξήρκει μὴ ἀδικεῖν, τί δέδοικας, εἰ πρὸς τοῦτό γʼ αὐτὴν παρεσκεύακας; εἰ δὲ δὴ καὶ χεῖρον τοῖς ἀδικοῦσιν ὅταν μὴ διδῶσι δίκην καὶ χρὴ δὴ κατὰ σὲ καὶ αὐτὸν ἑαυτοῦ κατήγορον ὅταν ἀδικήσῃ γίγνεσθαι καὶ παιδίων καὶ πατρὸς αὐτοῦ, τοὺς δʼ ἐχθροὺς ἐᾶν, τί οὐ συνεύχει τοῖς πολεμίοις ἐπελθεῖν καὶ λαβεῖν τὴν πόλιν καὶ νὴ Δία τοὺς μὲν ἐν ἡλικίᾳ πάντας κατακόψαι καὶ ταῦτα πρὸς τοῖς βωμοῖς, παῖδας δὲ καὶ γυναῖκας ἐξανδραποδίσασθαι πέρα, εἰ βούλει, Γαδείρων, τὰ δὲ ἱερὰ συλήσαντας κατασκάψαι πάντα, μὴ λιπεῖν δὲ μηδὲ τοὺς τάφους ἀθώους τῆς ἑαυτῶν πλεονεξίας, ἵνʼ ἀδικήσαντες τὰ μέγιστα ἐν τοῖς μεγίστοις δὴ κακοῖς ὦσι μὴ δόντες δίκην, ἀλλὰ τοσοῦτον ἀπέχεις τοῦ ταῦτα συμπράττειν ὥστε κωλύεις, προσκόπτεις, βίον ἐν τοῖς ὅπλοις εὕρηκας, ἵνα μή τι τοιοῦτον γένηται· κἄν τις ἐγγένηται προδότης, τοῦτον οὐ στεφανοῦν κελεύεις οὐδὲ κηρύττειν, ἀλλὰ ταὐτὰ τοῖς ἄλλοις περὶ τούτων νομίζεις. καίτοι κατὰ τούτους τοὺς λόγους τίνας μᾶλλον ἢ τοὺς

Intertext edge

Open linked passage

Note