Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
66.p70
66.p70
ἡγοῦμαι μὲν τοίνυν κἀν τούτοις τὴν ἔργῳ μαρτυρίαν παρέχεσθαι. τὸ γὰρ δὴ λόγοις πρὸς λόγους ἀγωνιζόμενον λόγοις ἑτέροις σπουδαίοις μαρτυροῦντα ἀποφαίνειν τὸν ἀντίπαλον τὴν ἔργῳ παρέχεσθαι μαρτυρίαν ἐστίν. οὐ μὴν ἀλλʼ ἔτι καὶ προσωτέρω προελθεῖν βούλομαι, ἵνα ἐπειδὴ τιμᾷ τὸ ἕνα ἐπιψηφίζειν καὶ αὐτὸν, πρὸς ὃν ἂν οἱ λόγοι γίγνωνται, καὶ λόγῳ καὶ ἔργῳ σύμψηφον ὄντα αὐτόν μοι δείξω. φέρε δὴ προσέστω κἀν τούτοις ἐρώτησις, οἷον εἴ τις ἤρετο αὐτὸν, ἡνίκα εἰς Σικελίαν ἔπλει τὸ δεύτερον ἢ τρίτον, ἤτοι σύμπλους ἢ καὶ αὐτὸς ὁ κυβερνήτης, σὺ δὲ δὴ τοῦ χάριν ἡμῖν ὦ Πλάτων εἰς Σικελίαν πλεῖς; ἢ εἰ μὴ τότε, ἀλλʼ εἴ τις οἴκαδε αὐτὸν ἐπανελθόντα ἤρετο τὰς τῆς ἀποδημίας καὶ πλάνης αἰτίας καὶ τί δὴ παθὼν τὸ τρίτον αὖθις περὶ τὴν Χάρυβδιν ἐπραγματεύσατο, περὶ ἣν Ὀδυσσεὺς οὐ πλέον ἢ δὶς, τί ἂν ἀπεκρίνατο αὐτῷ; εἰ γὰρ τὸ βέλτιστον ἀληθὲς εἶναι δοίημεν, ἔφη Δημοσθένης, ὥσπερ ἀνάγκη δοῦναι Πλάτωνί γε, ἑτέραν αὐτῷ περὶ ὧν ἀμφισβητοῦμεν οὐ λείπει τοῦτο ἀπόκρισιν. διὰ τί; ὅτι, οἶμαι, ** φῆσαι, μᾶλλον δʼ εἶπεν ἂν, Δίωνος χάριν ἀνδρὸς ἑταίρου καὶ ξένου πλεῦσαι, θέσθαι βουλόμενος τὰ πρὸς Διονύσιον αὐτῷ καὶ μὴ περιιδεῖν. εἶτʼ ὦ πλέων καλῶς καὶ δικαίως ἀποδημῶν, σὺ μὲν ξένου Συρακοσίου κοινοῦ τῆς πατρίδος ἐχθροῦ τῆς σεαυτοῦ, —οὐ γὰρ προεδρία γʼ ἦν Ἀθηναίοις ἐν Συρακούσαις, ἀλλʼ ἃ μηδʼ εἰπεῖν ἔστʼ ἀδακρυτὶ, ταῦθʼ ὑπὸ τῶν Δίωνος ἑταίρων καὶ πολιτῶν ὀλίγοις πρότερον χρόνοις ἐπεπόνθεσαν—ἀλλʼ οὖν ἐπειδή γε ἅπαξ αὐτὸν ἐδέξω φίλον νομίσας, ἔπλεις ἐκείνου χάριν ἐν γήρᾳ πέλαγος τοσοῦτον, καὶ ταῦτα πρὸς ἄνδρα παρʼ ᾧ πάλιν κινδυνεύειν ἔδει καὶ οὗ συμμαχίαν ὑπισχνουμένου συνῄδεις οὐ δεξαμένην τὴν σαυτοῦ πατρίδα· καὶ τὸ τυράννῳ συνεῖναι δοκεῖν οὐκ ἔφευγες, ὡς ἔχων παραμυθίαν τὸ σχῆμα τῆς διατριβῆς, ὃ Δίωνα μένειν οἴκοι καὶ τῆς οὐσίας κρατεῖν ἦν. τὴν δʼ αὑτοῦ τις οἰκῶν καὶ τοῖς αὑτοῦ πολίταις