Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
68.p73
68.p73
τοὺς ἐχθροὺς, ἀλλὰ λόγων καὶ πειθοῦς, ᾗ σὲ μάλιστα ἠπιστάμην ἐγὼ δυνάμενον ἀνθρώπους νέους ἐπὶ τἀγαθὰ καὶ δίκαια προτρέποντα εἰς φιλίαν τε καὶ ἑταιρίαν ἀλλήλοις καθιστάναι ἑκάστοτε. ὧν ἐνδείᾳ κατὰ τὸ σὸν μέρος νῦν ἐγὼ καταλιπὼν Συρακούσας ἐνθάδε πάρειμι. καὶ τὸ μὲν ἔλαττον ὄνειδος σοὶ φέρει· φιλοσοφία δὲ, ἣν ἐγκωμιάζεις ἀεὶ καὶ ἀτίμως φῂς ὑπὸ τῶν λοιπῶν ἀνθρώπων φέρεσθαι, πῶς οὐ προδέδοται τὰ νῦν μετʼ ἐμοῦ μέρος ὅσον ἐπὶ σοὶ γέγονε; καὶ Μεγαροῖ μὲν εἰ κατοικοῦντες ἐτυγχάνομεν, ἦλθες ἂν δή πού μοι βοηθὸς ἐφʼ ἅ σε παρεκάλουν, ἢ πάντων ἂν φαυλότατον ἡγοῦ σαυτόν· νῦν δʼ ἄρα τὸ μῆκος τῆς πορείας καὶ τὸ μέγεθος δὴ τοῦ πλοῦ καὶ τοῦ πόνου ἐπαιτιώμενος οἴει δόξαν κακίας ἀποφευξεῖσθαί ποτε; πολλοῦ γε καὶ δεήσει. λεχθέντων δὲ τούτων τίς ἦν μοι ἂν πρὸς ταῦτα εὐσχήμων ἀπόκρισις; οὐκ ἔστι. ταῦτα οὐχ ἕτερος περὶ αὐτοῦ γέγραφεν, οὐδὲ εἰκάζων τὴν ἐκείνου γνώμην, ἀλλʼ ὁ κάλλιστα εἰδὼς αὐτὸς περὶ αὑτοῦ τούτων φησὶ χάριν ἐλθεῖν, τοὺς ὑπὸ τοῦ Δίωνος ἂν λεχθέντας τούτους λόγους πρὸς αὐτὸν αἰσχυνθείς. καὶ ἔγωγε πιστεύω. μαινοίμην γὰρ ἂν, εἰ μή. οὐκοῦν ἐν τούτοις ἐστὶν, ἥκω σοι, ὦ Πλάτων, οὐχ ὁπλιτῶν δεόμενος οὐδʼ ἱππέων ἔρημος γενόμενος, ἀλλὰ λόγων καὶ πειθοῦς· ταῦτα δʼ ᾤμην παντὸς μᾶλλον εἶναι παρὰ σοί. καλῶς γε, ὦ Πλάτων, αὐτός τε λέγων καὶ τὸν Δίωνα ταῦτʼ εἰπεῖν ἂν νομίζων πρὸς σέ. οὐκοῦν εἰ τὸ μὲν ἐκπεσεῖν ἢ παθεῖν τι Δίωνα δεινὸν περιφανῶς, τὸ δʼ ὅπως μὴ ἐκπεσεῖται πρᾶξαι καλὸν καὶ δίκαιον, οὕτω δʼ ἔχων λόγων καὶ πειθοῦς ἐδεῖτο, σὺ δὲ τῷ ταῦτʼ ἔχειν ἔπλεις, ὡμολόγηκας ἅπαντα, καὶ δεῖν σπουδάζειν ὅπως τις ἐκ τῶν δυνατῶν μὴ ἀδικήσεται, καὶ τὴν τῶν λόγων τοῦ πείθειν δύναμιν οὐ φαύλην εἶναι, καὶ τοὺς πείθοντας ὑπὲρ τούτων οὐ μόνον παρʼ ἀνθρώποις ἐπαίνων ἀξίους, ἀλλὰ καὶ παρὰ θεοῖς ἀμέμπτους,