Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
69.p74
69.p74
εἴπερ τοὺς ἐλλείποντας οὐδὲ ὁσίους. ἔτι δʼ αὖ τὸ πλέον τῷ παντὶ πεποίηκας, εἴ γε μὴ μόνον δῆμον μηδὲ δικαστὰς, ἀλλὰ καὶ τυράννους ὑπὲρ τούτων μὴ δεῖ φεύγειν μεταπείθειν καὶ τοσοῦτον ὑπερορίους. αὐτὴν τοίνυν ὅλως τὴν ἐπιστολὴν τοῦ χάριν ἢ πειθοῦς γέγραφε; καὶ μὴν αὐτό γε δηλοῖ τὸ πρᾶγμα καὶ τῆς ἐπιστολῆς αὐτὸς πολλαχοῦ. καὶ γὰρ τὸ ὧν χάριν ἦλθε διεξιέναι καὶ προσομολογεῖν ὅτι διὰ τοῦτο διεξέρχεται ὅπως τὴν ἀληθῆ δόξαν περὶ αὑτοῦ παραστήσειε πείθοντός ἐστιν. οὐκοῦν καὶ ἵνα πείσῃ γέγραφε καὶ γράφων τοῦ πεῖσαι χάριν φησὶν ἀπελθεῖν, μή τι πάθοι Δίων ἔρημος λόγων. πῶς οὖν αἰσχρὰ ποιοῦσιν οἱ ῥήτορες; ἢ καθʼ ὁπότερον τούτων φαῦλον ἡ ῥητορική; πότερον καθʼ ὃ τοῖς ἀδικουμένοις πέφυκε βοηθεῖν, κἂν ἀδοξία τις καὶ κίνδυνος προσῇ; ἀλλʼ ὅτι τοῦ γε λόγῳ πείθειν καταφρονητέον; ἀλλʼ αὐτὸς ὡς λόγῳ πείσων, ἔργῳ φῂς κινδυνεῦσαι. καὶ Μεγαροῖ μὲν εἰ κατοικοῦντες ἐτυγχάνομεν, ὁ Δίων σοι λέγει, ἦλθες δή που ἄν μοι βοηθὸς ἐφʼ ἅ σε παρεκάλουν, ἢ πάντων ἂν φαυλότατον ἡγοῦ σαυτόν· νῦν δʼ ἄρα τὸ μῆκος τῆς πορείας καὶ τὸ μέγεθος δὴ τοῦ πλοῦ καὶ τοῦ πόνου ἐπαιτιώμενος οἴει δόξαν κακίας ἀποφευξεῖσθαί ποτε; πολλοῦ γε καὶ δεήσει. τί οὖν; εἴ τις μεταστρέψας ὡδὶ φαίη πρὸς αὐτόν σε, Καὶ πλεῖν μὲν εἰς Σικελίαν καὶ πάσχειν ὁτιοῦν οἴει δεῖν ὑπὲρ τοῦ τινὰ πεῖσαι ὡς χρή τινα τῶν ἐπιτηδείων οἴκοι μένειν· εἰ δέ τις μηδʼ ὅσον Ἀθήνηθεν Μέγαράδε, ἀλλὰ μηδʼ ἐλθεῖν ποι τὸ παράπαν δέον, ἀλλʼ οἴκοι μένοντα τοὺς ἑαυτοῦ σῶσαι, τὴν ἐπὶ τούτῳ δύναμιν μεταχειρίζεται, οὐκ οἴει τοῦτον δόξαν κακίας ἀποπεφευγέναι πᾶσαν; πάλαι γε καὶ παρʼ αὐτῷ σοι, εἴπερ γέ τι τῶν προειρημένων ὄφελος. πῶς οὖν ὁμοῦ μὲν ὁ μὴ βοηθῶν τῷ λόγῳ δόξαν κακίας ἐξοίσεται, ὁμοῦ δʼ ὁ βοηθῶν δόξαν κακίας οὐ φεύξεται; οὐ τοίνυν τοῦτο λέγεις ὅταν καλῇς κολακείαν τὴν