Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
6.p6
6.p6
τῶν φαυλοτάτων οἱ λόγοι. εἰσὶ δὲ οἳ καὶ τῶν ἐκείνου λόγων τῶν εἰς μνήμην ἡκόντων τούτους μάλιστα θαυμάζουσιν οἷς ἐνταῦθα καὶ περὶ τούτων κέχρηται. ὥστε πανταχῆ θείας δεῖν τῆς βοηθείας ὡς ἀληθῶς. ὥσπερ οὖν οἱ τὰς τῶν παρανόμων γραφὰς εἰσιόντες ἀπʼ αὐτῶν ὧν εἴρηκε τὴν ἀρχὴν ποιησόμεθα. ἔστι δὲ ταυτὶ δοκεῖ τοίνυν μοι, ὦ Γοργία, εἶναι ἐπιτήδευμα τεχνικὸν μὲν οὒ, ψυχῆς δὲ στοχαστικῆς καὶ ἀνδρείας καὶ φύσει δεινῆς προσομιλεῖν τοῖς ἀνθρώποις. καλῶ δὲ αὐτοῦ ἐγὼ τὸ κεφάλαιον κολακείαν. ταύτης μοι δοκεῖ τῆς ἐπιτηδεύσεως πολλὰ μὲν καὶ ἄλλα μόρια εἶναι, ἓν δὲ καὶ ὀψοποιικὴ, ὃ δοκεῖ μὲν εἶναι τέχνη, ὡς δʼ ὁ ἐμὸς λόγος, οὐκ ἔστι τέχνη, ἀλλʼ ἐμπειρία καὶ τριβή· ταύτης μόριον καὶ τὴν ῥητορικὴν ἐγὼ καλῶ καὶ τήν γε κομμωτικὴν καὶ τὴν σοφιστικὴν, τέτταρα ταῦτα μόρια ἐπὶ τέτταρσι πράγμασιν. εἰ οὖν βούλεται Πῶλος πυνθάνεσθαι, πυνθανέσθω, οὐ γάρ πω πέπυσται ὁποῖόν φημʼ ἐγὼ τῆς κολακείας μόριον εἶναι τὴν ῥητορικὴν, ἀλλʼ αὐτὸν λέληθα οὔπω ἀποκεκριμένος. ὁ δὲ ἐπανερωτᾷ εἰ οὐ καλὸν ἡγοῦμαι εἶναι· ἐγὼ δʼ αὐτῷ οὐκ ἀποκρινοῦμαι πρότερον εἴτε αἰσχρὸν εἴτε καλὸν ἡγοῦμαι τὴν ῥητορικὴν πρὶν ἂν πρῶτον ἀποκρίνωμαι ὅ ἐστιν. οὐ γὰρ δίκαιον, ὦ Πῶλε. ἀλλʼ εἴπερ βούλει πυνθάνεσθαι, ἐρώτα ὁποῖον μόριον τῆς κολακείας φημὶ εἶναι τὴν ῥητορικήν. ἐρωτῶ δὴ, καὶ ἀπόκριναί μοι ὁποῖον μόριον. ἆρʼ οὖν ἂν μάθοις ἀποκριναμένου; ἔστι γὰρ ἡ ῥητορικὴ κατὰ τὸν ἐμὸν λόγον πολιτικῆς μορίου εἴδωλον. τί οὖν; καλὸν ἢ αἰσχρὸν λέγεις αὐτὴν εἶναι; αἰσχρὸν ἔγωγε. τὰ γὰρ κακὰ αἰσχρὰ καλῶ, ἐπειδὴ δεῖ σοι ἀποκρίνασθαι ὡς ἤδη εἰδότι ὃ λέγω. μὰ τὸν Δία, ὦ Σώκρατες, ἀλλʼ ἔγωγε οὐδὲ αὐτὸς συνίημι ὅ τι λέγεις.