Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
70.p75
70.p75
ῥητορικὴν ᾗ ταῦτα ἀνάκειται; τίς ἂν ἦν μοι, φησὶ, πρὸς ταῦτα εὐσχήμων ἀπόκρισις; πρὸς δʼ ἃ νῦν ἡμεῖς ἐρωτῶμεν, τίς ὦ πρὸς θεῶν; μικρὸν δέ τι βούλομαι διαλαβεῖν, μή τις ὅλως οἰηθῇ με τοῖς λόγοις κατηγορεῖν Πλάτωνος, ἢ λέγειν κακῶς μετὰ ἀφορμῆς. ἐγὼ γὰρ οὔτʼ αὐτὸς ἔγκλημα δή που τοῦτο ποιοῦμαι εἴ ποι καὶ ὁπωσοῦν ᾠήθη δεῖν Πλάτων ἐλθεῖν ἡστινοσοῦν ἕνεκα αἰτίας οὔθʼ ὅστις ἄλλος προφέρει τι τοιοῦτον εὖ φρονεῖν ἡγοῦμαι, οὔθʼ ὅλως ἔξω τῶν εἰς τὸν λόγον ἡκόντων οὐδὲν περιεργάζομαι, μὴ τοσούτου μηδὲν ἄξιον ἔστω νικητήριον, ἀλλʼ ἃ αὐτὸς ἔπραξε καὶ τίνων ἔπραξε χάριν αὐτὸς καθαρῶς εἴρηκε, ταῦτα συμβαίνειν φημὶ τοῖς ὑπὲρ τῆς ῥητορικῆς λόγοις· καὶ τοσούτῳ δέω κακίζειν ἐκεῖνον τούτοις, ὥστʼ εἰ δεῖ καὶ τοῦτʼ εἰπεῖν, καὶ ἐν αὐτοῖς τούτοις σεμνύνειν αὐτὸν ἡγοῦμαι, εἰ τούτων ἐκείνοις ὑπεναντίως ἐχόντων μὴ τὰ ἔργα μηδὲ τὰς πράξεις αὐτοῦ διαβάλλω, ἀλλʼ ἐκ τοῦ βίου καὶ τῶν ἔργων ἃ μεθʼ ἡμῶν καὶ ὧν ἡμεῖς ἀξιοῦμεν εἶναι τίθημι, ταῦθʼ ἑτέρως ἔχοντα ἢ ὥς τις πιστεύσειεν ἀποφαίνω. ὅτε τοίνυν ἑώρα Δίωνα παρασκευαζόμενον καὶ πράττοντα ὅπως δίκην ὧν ἔπαθε λήψεται, πότερόν ποτε ἐᾶν καὶ παρʼ οὐδὲν ἄγειν ἐπιστέλλων αὐτῷ φαίνεται καὶ ὡς, εἰ μισεῖ τὸν Διονύσιον καὶ κακόνουν εἶναι ὑπολαμβάνει, χρὴ περιορᾶν καὶ συγχωρεῖν ὅπως τὰ μέγιστʼ ἀδικῶν ἐν τοῖς ἐσχάτοις ᾖ κακοῖς, ἢ πολὺ τοὐναντίον προτρέπων καὶ θεραπευτικὸν ἀξιῶν εἶναι ὅπως ὡς πλείστους τοὺς συμπράττοντας ἐπʼ αὐτὸν ἔχοι· καὶ τὸν μὲν Διονύσιον πάντως ἐχθρὸν τιθεὶς, τὸ δὲ ὅπως ἀμυνεῖται συμβουλεύων σκοπεῖν καὶ τό γʼ ἐφʼ αὑτῷ συμπράττων, τὸ συμπλεῖν καὶ συστρατεύειν μόνον ἐξαρνούμενος· ὡς ἐπειδήπερ αὐτὸν ἔχων ὁ Διονύσιος ᾐδέσθη τότε καὶ οὐκ ἀπέκτεινεν, οὐχὶ