Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 71 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
71.p76
71.p76
καλῶς ἔχον ἐλθεῖν ἐπʼ αὐτόν; καίτοι εἴ γε τοὺς ἐχθροὺς καὶ οὓς καθʼ ὑπερβολὴν μισεῖ τις ἐατέον ἦν ἀδικοῦντας, καὶ ἡ ῥητορικὴ φαῦλον καὶ ἄχρηστον ἡ δίκην ποιοῦσα παρʼ αὐτῶν εἶναι λαμβάνειν καὶ μὴ ἐῶσα προχωρεῖν ὡς ἐπὶ πλεῖστον, χρῆν δήπουθεν αὐτὸν μάλιστα μὲν διακωλύειν τὸν Δίωνα, ἑταῖρόν γε αὐτοῦ καὶ μαθητὴν ὄντα, καὶ ὑπομιμνήσκειν ὧν ποτʼ ἤκουσεν, εἴπερ ἤκουσεν, εἰ δὲ μὴ, τότε ἐπὶ τῶν ἔργων διδάσκειν ὅτι χρὴ φέρειν σιγῇ καὶ σκοπεῖν ὅπως μὴ μόνον αὐτὸς στερήσεται τῆς πατρίδος καὶ τῶν αὑτοῦ ὑπὸ Διονυσίου, ἀλλὰ καὶ ἄλλοι πολλοὶ καὶ ταῦτα καὶ τοιαῦθʼ ἕτερα πείσονται διὰ τέλους καὶ μὴ διαλείψει πάντας ἀνθρώπους ἀδικῶν Διονύσιος· καὶ ὅπως γε μὴ μόνον Σικελίας ἔσται τύραννος, ἀλλὰ καὶ Καρχηδόνος καὶ Λιβύης, εἰ οἷόν τε, καὶ συμπάσης νὴ Δία τῆς γε Εὐρώπης, εἰ δέ τις εἴη μηχανὴ, καὶ τῆς Ἀσίας συνεύξασθαι· καὶ μὴ μόνον αὐτὸν μηδὲν ἐνθυμεῖσθαι περὶ καταλύσεως τοῦ τυράννου, ἀλλʼ ὅπως μηδʼ ἄλλος μηδεὶς ἐπιθήσεται μήτʼ ἐπʼ ἀναιρέσει μήθʼ ὥστʼ ἐκβαλεῖν, ἀλλὰ τοὐναντίον φυλακὴν τοῦ σώματος Διονυσίῳ φροντίσαι, ὅπως ἀθάνατος ᾖ πονηρὸς, καὶ πάντας πάντʼ ἀδικῶν ἐν ἅπασι τοῖς χρόνοις ἐν ἅπασι τοῖς κακοῖς ᾖ. μάλιστα μὲν ταῦτʼ ἐχρῆν προδιδάσκειν τὸν Δίωνα καὶ νουθετεῖν, εἴπερ τούτοις τοῖς λόγοις ἐπίστευεν, εἰ δὲ μὴ, σκοπουμένῳ γε περὶ τιμωρίας μὴ συμπράττοντα φαίνεσθαι· ὃ πολλοῦ δεῖ ποιήσας, ἔργῳ μάρτυς ἡμῖν περὶ ὧν ἀπιστοῦμεν γεγένηται τοῦ μὴ ληρεῖν. βούλομαι τοίνυν αὐτὸν καὶ πανοικησίᾳ τρόπον τινὰ μαρτυροῦντα ἐπιδεῖξαι. ὁ γὰρ ἐν Ποτιδαίᾳ παραταττόμενος Σωκράτης καὶ πάλιν γʼ ἐπὶ Δηλίῳ καὶ τῆς τροπῆς συμβάσης ἀναχωρῶν, δῆλος ὢν παντὶ καὶ πάνυ πόρρωθεν ὅτι εἴ τις ἅψεται τούτου τοῦ ἀνδρὸς, μάλα ἐρρωμένως ἀμυνεῖται, πῶς οὐ σαφῶς οὑτοσὶ μαρτυρεῖ τοῖς

Intertext edge

Open linked passage

Note