Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
72.p77
72.p77
ἀδικεῖν ἐπιχειροῦσι μὴ δεῖν ἐπιτρέπειν; οὐδεὶς ἀντερεῖ δήπουθεν. οὐ γὰρ ἃ καὶ τελευτᾶν ὡραῖον ἤδη νομίζων εἶναι καὶ χαλεπὸν τὰς πολλὰς διαβολὰς ἐξελεῖν ἐκ πολλοῦ καὶ ὑπὸ πολλῶν συνειλεγμένας ὕστερον εἶπεν, οὐ ταῦτʼ ἐστὶν ἰσχυρὰ τεκμήρια τῆς ἐκείνου γνώμης, ἀλλʼ ἃ κωλύειν ἢ μὴ κύριος ὢν ἐφαίνετο ποιῶν. διὸ δὴ καὶ ἀσφαλῶς, φησὶν, ἀπῄει καὶ οὗτος καὶ ὁ ἑταῖρος· σχεδὸν γάρ τι τῶν οὕτω διακειμένων οὐδὲ ἅπτονται ἐν τῷ πολέμῳ, ἀλλὰ τοὺς προτροπάδην φεύγοντας μᾶλλον διώκουσι. τουτὶ γὰρ προσγέγονε πλέον ἐκ τούτων αὐτῷ, πάλιν σὺν τῷ Σωκράτει Πλάτωνος Πλάτωνα αὐτὸν συμμαρτυρῆσαι τῷ λόγῳ· τῶν οὕτω διακειμένων οὐ πάνυ τι ἅπτονται, ἀλλὰ τοὺς προτροπάδην φεύγοντας μᾶλλον διώκουσι. δηλονότι κἀν ταῖς πολιτείαις τῶν μὲν οὕτω διακειμένων ὡς ἀμύνεσθαι οὐ πάνυ τι ἅπτονται οἱ τὰ τοιαῦτα τηροῦντες, τοὺς δʼ ὑπείκοντας διώκουσιν. ὥστʼ εἰ τοὺς ἐν τοῖς πολέμοις ἀνδρείους ἐπαινεῖν εἰκὸς, καὶ τοὺς ἐνταῦθα τοιούτους. ὥστʼ εἰ μηδὲ διʼ ἓν ἄλλο, διὰ τοὺς συκοφάντας ἡ ῥητορικὴ καλόν. καὶ μὴν εἰ μὴ θαρροῦσι τοὺς τοιούτους ἀδικεῖν, ἄμφω χρηστὰ συμβαίνει καὶ τοῖς ἄρτι λόγοις ἀκόλουθα, μήτʼ αὐτὸν ἀδικεῖσθαι μήθʼ ἕτερον ἀδικεῖν ἐᾶν. ὁ τοίνυν καὶ μέχρι τοῦ Βαβυλωνίου πεδίου Κύρῳ συνανιὼν Ξενοφῶν ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ στρατεύοντι ἀδικήσαντα πρότερον, πῶς οὐ καὶ οὗτος οἴκοθεν ὢν Πλάτωνι μάρτυς ἡμῖν ἐστιν εἰς τοὺς παρόντας τουτουσὶ λόγους; οὐ γὰρ ἐκεῖνό γε ἔστιν εἰπεῖν, ὡς ἐν μὲν τοῖς ὅπλοις καὶ ὑπὲρ τῶν ἀλλοτρίων εἰκός ἐστιν ἀμύνεσθαι τοὺς ἀδικεῖν