Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
74.p80
74.p80
εἰ μὲν καὶ τῆς φιλοσοφίας ὁ αὐτός ἐστιν ὅρος, φιλοσοφία τις οὖσα ἡ ῥητορικὴ φαίνεται. εἰ δʼ ἐξαρκεῖ τῇ φιλοσοφίᾳ μὴ ἀδικεῖν, ἡ ῥητορικὴ τελεώτερον· τὸ γὰρ χαλεπώτερον κτήσασθαι καὶ μεῖζον ἤδη προστίθησιν, ὅπως μηδʼ αὐτὸς ὑπʼ ἄλλων ἀδικήσεται. πῶς οὖν τὸ αὐτὸ ἅμα μὲν τελέως ἀγαθὸν καὶ μέγιστον τῶν ἀγαθῶν, ἅμα δʼ ἔσχατον τῶν κακῶν καὶ κολακεία; καὶ πῶς ἐλάχιστον οἱ ῥήτορες δύνανται, εἴ γε οὗ παγχάλεπον κτήσασθαι δύναμιν, τοῦτʼ αὐτοῖς περίεστιν; ἐγὼ μὲν οὐκ ἔχω συμβαλεῖν. εὐδαίμονες ἄρα, οὐκ ἄθλιοι, κατὰ τὸν Πλάτωνος λόγον οἱ ῥήτορες, εἴ γε ὁ μὲν τελέως ἀγαθὸς εὐδαίμων, τὸ δʼ οὐκ ἔστι κτήσασθαι μὴ τελέως ἀγαθὸν γενόμενον. εἶτʼ ἐλέγχειν μὲν βούλεται ῥητορικὴν, κατηγορεῖ δὲ τῶν τυράννων καὶ δυναστῶν, τὰ ἄμικτα μιγνὺς, ὥσπερ ἂν εἰ ὁ Ἡρακλῆς, ἵλεως δʼ εἴη τῷ παραδείγματι, προσταχθὲν αὐτῷ τὸν ἐν τῇ Νεμέᾳ ἀνελεῖν λέοντα, εἶτʼ ὄνῳ συμπλακεὶς καὶ πνίγων τὸν λέοντα ἄγχειν ᾤετο καὶ τοῦθʼ ὅπερ προὔθετο πράττειν. τοσοῦτον δὲ λείπεται τὸ παράδειγμα ὅσον οὗτός γε οὐχ ἕτερον ἀνθʼ ἑτέρου ποιεῖ τοῦτον τὸν τρόπον τῷ λόγῳ χρώμενος, ἀλλὰ καὶ τοῖς ἐναντίοις περιπίπτει. τίς γὰρ οὐκ οἶδεν ὅτι ῥητορικὴ καὶ τυραννὶς τοσοῦτον ἀλλήλων κεχώρισται ὅσον τὸ πείθειν τοῦ βιάζεσθαι; ἀλλὰ μὴν ταῦτά γε οὐδείς ἐστιν ὅστις ἂν τὴν ἐναντίαν φύσιν εἰπὼν ἔχειν αἰσχυνθείη. ὥστʼ εἰ δεινὸν τὸ βιάζεσθαι καὶ πλεονεκτεῖν, τό γε πείθειν καὶ τοῦ δικαίου προεστάναι καλὸν καὶ προσῆκον. οὐκοῦν οὐχ οὕτω ῥητορικὴ κακὸν ὡς τυραννὶς, ἀλλʼ εἰ κακὸν ἡ τυραννὶς, ἡ ῥητορικὴ χρηστὸν ἐκ τῶν αὐτῶν· ἡ μὲν γὰρ βιάζεσθαι πανταχοῦ ζητεῖ, ἡ δὲ τὸ πείθειν τετίμηκεν. ὥσθʼ ὅμοιον ποιεῖ τούτοις ἐκεῖνό γʼ ἐλέγχειν νομίζων ὥσπερ ἂν εἴ τις τὸν ἐν τῇ νυκτὶ σκότον