Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 75 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
75.p81
75.p81
καταμεμφόμενος καὶ τὰς ἄλλας ἀτοπίας τῆς ἡμέρας ἡγοῖτο κατηγορεῖν. καὶ τοτὲ μὲν κολακείαν εἶναί φησι τὴν ῥητορικὴν, πάλιν δʼ εἰς ταυτὸν τοὺς δυνάστας καὶ τοὺς ῥήτορας τίθησιν, οὐ μόνον οὐδέτερον προσὸν τῇ δυνάμει ταύτῃ λέγων, πρὸς δὲ τῷ μὴ προσεῖναι καὶ παντελῶς ἀλλότριον αὐτῆς, ἀλλὰ καὶ αὐτὰ τὰ ἐναντιώτατα δύο συντιθεὶς ἐγκλήματα. πῶς γὰρ ὁμοῦ μὲν κολακεύουσιν οἱ ῥήτορες, ὁμοῦ δʼ ἐν τοῖς δυνάσταις εἰσίν; οἱ μὲν γὰρ κόλακες οἱ μέγιστοι δή που καὶ τελεώτατοι αὐτῶν εἰσὶ τῶν τυράννων πάντη θεραπευταί· εἰσὶ δʼ, οἶμαι, καὶ τῶν τυχόντων τινές· ὥσθʼ ὅπερ δοῦλος πρὸς δεσπότην, τοῦτο κόλαξ πρὸς τύραννον συμβαίνει· οἱ δʼ αὖ τύραννοι τοσοῦτον ἀπέχουσι τοῦ κολακεύειν ὥστε βίᾳ πάντας ὠθοῦσι καὶ οὐδὲ τῶν μετρίων οὐδενός ἐστι παρʼ αὐτῶν τυχεῖν, μή τί γε δὴ τῆς ὑπὲρ τὸ προσῆκον θεραπείας· ὥσθʼ ὁ τύραννος μικροῦ δεῖν καὶ τὸ τοῦ δεσπότου μέτρον παρελήλυθε. κόλακος μὲν γὰρ οὐδέν ἐστι ταπεινότερον οὐδʼ ὅ τι μᾶλλον ᾑρῆσθαι δουλεύειν, τυράννου δὲ οὐδὲν ἂν εἴποις ἀγριώτερον οὐδʼ ὅ τι μᾶλλον πρὸς τὸ δεσπόζειν ἐθέλειν ἐστίν. ὥστʼ εἰ μὲν κολακεία ἡ ῥητορικὴ, τὰ τῶν τυράννων ἐγκλήματα οὐ πρὸς αὐτήν ἐστιν, εἰ δʼ ὁμοῦ τῇ τυραννίδι, τὴν κολακείαν μεγάλοις τοῖς ὁρίοις παρελήλυθεν. οὐκοῦν τά γε ἕτερα πάντως ἤδη ψευδῆ. ἐμοὶ μὲν τοίνυν, εἰ καὶ μηδὲν ἔχοιμι χρηστὸν εἰπεῖν περὶ αὐτῆς, ἱκανὸν τοῦτο, εἰ δείκνυμι καὶ οὑτωσὶ μὴ τἀληθῆ λέγοντα· τῷ δὲ, εἰ καὶ θάτερα ὀρθῶς ἐγκέκληκε, περὶ τῶν ἑτέρων λόγος οὐ λείπεται. ἀλλὰ μὴν ὡς οὐκ ὀρθῶς ἅμα ἀμφότερα ὑπὸ τῶν αὐτὸς αὑτοῦ λόγων ἐλέγχεται συγκρουόντων, ὡς δʼ οὐδέτερον ὀρθῶς ἡμεῖς ἀρτίως ἐπεδείξαμεν, ἰδίᾳ μὲν ὡς οὐ κολακεία δείξαντες, πάλιν δʼ ὡς οὐ κοινωνεῖ τῇ τυραννίδι. πῶς οὖν οὐ τρὶς ἡττᾶται, τῷ τε τοῦ συναμφοτέρου

Intertext edge

Open linked passage

Note