Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 76 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
76.p82
76.p82
λόγῳ καὶ τῷ καθʼ ἕτερον χωρίς; ταυτὸν δὲ ἡμῖν ἐν ἅπασι σώζεται. περί τε γὰρ ἀμφοτέρων ὁμοῦ τοῖς αὐτὸς αὑτοῦ λόγοις περιωθεῖται καὶ πάλιν καθʼ ἕτερον αὐτὸς αὖ μαρτυρεῖ, τῷ τε τὸ πείθειν φανῆναι τῶν χρησίμων ἕν τι παρʼ αὐτῷ καὶ τῷ τῶν βιαζομένων καὶ ὑβριζόντων κατηγοροῦντα παρʼ ὅλον τὸν λόγον φαίνεσθαι. τοσοῦτον γὰρ ἡ ῥητορικὴ κεχώρισται δυναστείας ὅσον, εἰ καὶ τοῦτʼ εἰπεῖν δεῖ, Πλάτων Διονυσίου. ἔστι τοίνυν μαθεῖν καὶ παρʼ αὐτοῦ τοῦ πράγματος καὶ τῶν συμπεπτωκότων ὅσον τὸ διάφορον τούτων ἑκατέρου, καὶ καθʼ ὅσην τινα τὴν ἀνάγκην ἐστί. φανήσεται γὰρ οὔθʼ ὅπου ῥητορικὴ σώζεται τύραννος ἐγγιγνόμενος, μέχρι ἂν σώζηται λόγῳ, οὔτʼ αὖ ῥητορικὴ περιοῦσα ἔνθα τυραννὶς κρατεῖ, ἀλλʼ ὅ τε ῥήτωρ πάντα πράττων ὅπως μηδεὶς τύραννος ἐγγένηται τό τε αὑτοῦ καὶ τὸ κοινὸν ὁμοῦ προορῶν, ὅπως μηδεὶς αὐτὸν τὸ λόγῳ πείθειν παρελόμενος αὐτὸς ἄγῃ κατʼ ἀρχὴν τὰ πράγματα, οἵ τε τύραννοι σκοποῦντες καὶ φοβούμενοι τῶν πάντων οὐδὲν μᾶλλον ἢ μή τις ἐγγένηται λέγειν καὶ πείθειν δυνατὸς, ὅστις συναγαγὼν τὰ πλήθη καὶ σύμβουλος καὶ μηνυτὴς τοῦ προσήκοντος γενόμενος ὁμοῦ τῆς τε ἀρχῆς καὶ τῆς ἐξουσίας ἀκύρους καταστήσει. διόπερ τὴν ἔχθραν ἀλλήλοις ἀναγκαίως ἔχουσιν· ἡ γὰρ τῶν ἑτέρων σωτηρία καὶ δύναμις μὴ εἶναι τοὺς ἑτέρους ἐστὶ τὴν ἀρχήν. ὥστε πόσου ποτʼ ἂν πρίαιντο οἱ ῥήτορες, εἰ οἷόν τʼ εἰπεῖν, φανῆναί τινα ὥσπερ ἐν μάχῃ σφίσιν, ἢ Πλάτωνα λέγω, ἢ καὶ ὁντινοῦν ἐπίκουρον καὶ βοηθὸν, τὰ τῶν τυράννων κακὰ εἰς μέσον οἴσοντα καὶ δείξοντα καὶ μηδὲ νύκτωρ ἀνήσοντα λέγοντʼ αὐτοὺς κακῶς. σχεδὸν γὰρ ἤδη τοὺς τῆς ῥητορικῆς αὐτῆς ἀναλώσει καὶ δείξει λόγους ὁ ταῦτα δεικνὺς, καί τινα τρόπον οἴκοθεν τοῖς ῥήτορσιν ἡ βοήθεια ἀφίξεται. οἱ δʼ αὖ τυραννεῖν ἐπιθυμοῦντες πόσου ποτʼ ἂν πρίαιντο ἀπιστηθῆναι τὸ τῶν ῥητόρων ἔθνος ἐν ταῖς πόλεσι καὶ κόλακας καὶ μαγείρων οὐδὲν βελτίους

Intertext edge

Open linked passage

Note