Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 78 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
78.p84
78.p84
ἐπεὶ δὲ καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους καθήψατο καὶ Κίμωνος καὶ Περικλέους, οὐ πρὸς τὸ βέλτιστον φάσκων προστῆναι τῆς πόλεως, ἔστι μὲν οὐδὲν ἴσως κατεπεῖγον περὶ τούτων νῦν διαφέρεσθαι. οὗτοι μὲν γὰρ, εἰ δίκαια Πλάτων αὐτῶν κατηγόρηκε, δικαίως ἂν φαῦλοι νομίζοιντο· ῥητορικὴ δʼ, εἰ καὶ πάντων μοχθηροτάτους τούτους θείημεν, οὐδὲν μᾶλλον ἐλέγχεται. συγχωρούντων μὲν οὖν ἡμῶν ὅ γε ὑπὲρ ῥητορικῆς οὐκ ἀπόλωλε λόγος. εἰ δὲ δὴ καὶ περὶ τούτων ἐλέγχοιτο οὐ παντάπασιν εὐγνωμόνως τῷ λόγῳ κεχρημένος, πανταχῆ δειχθήσεται φιλονεικῶν. τοῦτʼ ἔστι προὔργου τὸ καὶ περὶ τούτων εἰπεῖν. φέρε δὴ πρὸς Διὸς, εἴ πως ἀναστάντες ἢ λαβόντες αἴσθησιν, ὥσπερ Πλάτωνι Δίων ὑπόκειται πρὸς Συρακοσίους λέγων, ταυτὶ πρὸς αὐτὸν εἴποιεν, ἡμεῖς, ὦ Πλάτων, ἄλλο μὲν οὐδὲν χρηστὸν τὴν Ἀθηναίων πόλιν εἰργασάμεθα· οὐ γὰρ ἦμεν τῆς σῆς ἀρετῆς καὶ σοφίας ἐπιστήμονες, πάντα δʼ οὐ πᾶσιν οἱ θεοὶ διδόασιν· ἃ δʼ εἰς ἡμᾶς ἧκεν, εὔνοια, προθυμία, πίστις, ἀνδρεία, τὰ τοιαῦτα παρεσχόμεθα, ὥσθʼ ὑπερβολὴν ἑτέρῳ μὴ λιπεῖν, ἐν τοῖς τοιούτοις καιροῖς, ὦ Πλάτων, ἐν οἷς ἦν ἐν μὲν τῷ κρατεῖν ἅμα δόξα καὶ σωτηρία καὶ τὰ ἐκ τῶν εὐχῶν, ἡττηθέντας δὲ μηδʼ εἶναι τὸ παράπαν. λαβόντων δὲ ἡμῶν τούτους τοὺς λογισμοὺς καὶ τῶν θεῶν εὐμενῶς συναιρομένων ἐλευθέρα μὲν ἡ σὴ καὶ ἡμετέρα πατρὶς καὶ σώα καὶ ἀθῶος τῆς τῶν βαρβάρων ὕβρεως καὶ παρανομίας, ἐλευθέρα δὲ καὶ πᾶσα ἡ Ἑλλὰς, ἐξουσία δὲ καὶ σοὶ φιλοσοφεῖν καὶ τοῖς σοῖς ἑταίροις ἐγένετο καὶ πλεῖν ἐλευθέρως ὅποι ἐβούλεσθε καὶ ἔχειν ἡμῶν μνησθῆναι, καὶ ἔπειτα, εὔγνωμον δʼ ἦν, ὡς ἐπὶ τὰ βελτίω. ὡς εἰ τότε ἡμεῖς ἀπειπόντες παρεδώκαμεν ἡμᾶς αὐτοὺς τοῖς βαρβάροις ἀμαχητὶ, τίς ἂν ἡμῶν λόγος κατʼ ἀνθρώπους ἐγένετο; ἀλλʼ οὔτε αὐτοὶ τοιοῦτον οὐδὲν ἐπάθομεν οὔτε τοὺς ἄλλους ἠνεσχόμεθα, οὐδʼ

Intertext edge

Open linked passage

Note