Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 79 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
79.p85
79.p85
ἐκολακεύσαμεν οὐδετέρους, οὔτε τὸν βασιλέα διʼ οὐδέτερον τούτων, ἢ φόβον, ἢ κέρδους ἐλπίδα, οὔτʼ αὖ τὸν δῆμον τῶν Ἀθηναίων. οὐ γὰρ ἦν, εἰ κολακεύειν ἐβουλόμεθα, αὐτοὺς σῶσαι, οὐδʼ ὅπως τι πρὸς ἡδονὴν ἀκούσονται παρεδίδου τόθʼ ὁ καιρὸς, ἀλλὰ τοσοῦτον ἀπείχομεν τοῦ κόλακες τοῦ πλήθους εἶναι ὥστʼ οὐδὲ βουλομένοις ἡμῖν κολακεύειν ἐνῆν. ἀλλʼ οὔτε προῃρούμεθα οὔτʼ ἦν δυνατὸν οὔθʼ οὕτω τὴν Ἑλλάδα ἐσώσαμεν χαριζόμενοι καὶ ψυχαγωγοῦντες, ὥσπερ ὧν σὺ μέμνησαι τῶν κιθαρῳδῶν, ἀλλʼ ἐπεγείροντες, διδάσκοντες, αὐτοὶ παράδειγμα τοῖς ἄλλοις γιγνόμενοι τοῦ πῶς δεῖ καρτερεῖν ἐν αὐτοῖς τοῖς δεινοῖς καὶ ταῖς ἀκμαῖς τῶν κινδύνων, τὴν ἡμετέραν αὐτῶν, εἰ συγχωρεῖς εἰπεῖν, ἀρετὴν ἐπιδεικνύμενοι. τί οὖν ἡμῖν προφέρεις κολακείαν καὶ διακονίαν, καὶ τοὺς ἰδίᾳ τροφεῖα μὴ ἐκτίνοντας φαύλους ἂν εἶναι συμφήσας αὐτὸς ἡμῖν οὐ καλὴν χάριν ἐκτίνεις τῆς κοινῆς τῶν Ἑλλήνων σωτηρίας καὶ τροφῆς, ἣν σύ τε καὶ οἱ ἄλλοι διʼ ἡμᾶς ἐν ἐλευθερίᾳ τέθραφθε; εἰ ταῦτα λέγοιεν οἱ ἄνδρες, ποίους λαβυρίνθους σοφίας ἀνελίττων ἢ τί λέγων τῶν πάντων οἷός τε γένοιτʼ ἂν ἀντειπεῖν; πᾶσι τοίνυν προτέροις ἐστὶ λόγος πρὸς ταῦτα ἢ Πλάτωνι. διὰ τί; ὅτι ἐν αὐτοῖς τούτοις ἃ πρὸς τοὺς Δίωνος γέγραφεν ἑταίρους καὶ ἐν οἷς ὁ Δίων αὐτῷ τετελευτηκὼς ὑπόκειται λέγων ὡς ἔμπνους ἔνεστι ταυτὶ δεξάμενοι δὲ τοὺς τοιούτους νόμους, ἐπειδὴ κατέχει κίνδυνος Σικελίαν, καὶ οὔτε κρατεῖτε ἱκανῶς οὔτʼ αὖ διαφερόντως κρατεῖσθε, δίκαιον ἂν ἴσως καὶ συμφέρον γένοιτο ἡμῖν πᾶσι μέσον τεμεῖν τοῖς τε φεύγουσι

Intertext edge

Open linked passage

Note