Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Aristides, Aelius
Orationes 45
45 82.p90
Choose a text More by Aristides, Aelius
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Perseus Grc2
82.p90
82.p90
οὐδὲν οὗτοι κολακείᾳ προσήκουσι, ποῦ ῥητορικὴ κολακεία διὰ τούτους ἢ τί τούτων ἔδει τῶν παραδειγμάτων; ᾤμην δὲ οὐδὲ τοῦτο τῶν δικαίων εἶναι, τὰς προαιρέσεις τὰς ἐκείνων ἐξετάζοντας τὰς συμφορὰς αἷς ἐχρήσαντο ὑπολογίζεσθαι. οὐ γὰρ εἰ μὴ κατὰ νοῦν ἀπήλλαξαν, φαῦλοι γεγόνασιν, ἀλλʼ εἰ μὴ τὰ βέλτιστα ἐβουλεύοντο τοῖς πράγμασιν. ἐκεῖνο μὲν γάρ ἐστι τῆς τύχης κατηγορεῖν, τοῦτο δὲ τὴν γνώμην ἐλέγχειν. φέρε γὰρ σὺ πρὸς τὸ βέλτιστον, ὦ Πλάτων, προύστης Ἀθηναίων ἤ τινος ἄλλου δήμου τῶν ἐν τοῖς Ἕλλησιν ἢ τοῖς βαρβάροις; ἐκείνων φαίη τις ἂν ἡδέως. οὐκ ἔχοις ἂν εἰπεῖν· οὐδὲ γὰρ προύστης ὅλως. τί δὲ ὁ σὸς διδάσκαλος καὶ ἑταῖρος Σωκράτης; οὐδʼ οὗτος. τί δὲ Σπεύσιππος ἢ Χαιρεφῶν; οὐκ ἂν φαίης. πότερον οὖν ἔστι δῆμον καθάπαξ ἀποφῆναι χρηστὸν καὶ ἄμεμπτον καὶ δίκαιον, ἢ τοῦτο μὲν οὐδʼ ἐπʼ ἀνδρὸς οἷόν τε διισχυρίζεσθαι; καὶ μὴν εἰ μὲν ἐγχωρεῖ, τί παθὼν οὐκ ἀπέδειξας αὐτὸς, οὐδʼ ἐπʼ αὐτῶν τῶν πραγμάτων ἐφάνης βελτίων πολίτης ἡμῶν; εἰ δʼ ἀμήχανόν ἐστι, τί προφέρεις ἡμῖν εἴ τι καὶ προσεκρούσαμεν, φαῖεν ἂν αὖθις ἐκεῖνοι, καὶ τί τῶν ἀδυνάτων αἰτεῖς εὐθύνας; τοσούτῳ γὰρ ἡμεῖς λυσιτελέστεροι σοῦ τῷ δήμῳ γεγόναμεν ὅσῳ σὺ μὲν οὔτε χεῖρον οὔτε βέλτιον οὐδὲν οὔτʼ εἶπας οὔτʼ ἔπραξας, ἀλλʼ ἀπώκνησας ἁπλῶς, ἡμεῖς δʼ ὅσον ἧκεν ἐφʼ ἡμᾶς οὐ καθυφείκαμεν, ἀλλʼ ὥσπερ χρημάτων εἰσφορὰν πλήρη τὴν ἀπὸ τῶν λογισμῶν καὶ τῶν λόγων παρεσχόμεθα τῇ πατρίδι, καὶ οὔτε πλῆθος τῶν τἀναντία ἐρούντων ὠκνήσαμεν οὔτʼ ἰσχὺν πλουσίων κατεδείσαμεν, οἷς ἀναγκαῖον ἦν τὸν ὑπὲρ τῶν κοινῶν πράττοντα προσκρούειν, οὔτε δικαστὰς οὔτε κινδύνους οὔτε τοὺς οἴκοι οὔτε τοὺς ἔξω πρὸς τοὺς πολεμίους οὔθʼ ὅλως τὰ τῆς

Intertext edge

Open linked passage

Note