Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 83 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
83.p91
83.p91
τύχης καὶ τοῦ μέλλοντος ἄδηλα. ἃ φυγεῖν μὲν δή που ῥᾷον ἢ ὑποστῆναι παντί. τοῦτο δʼ εἰ πάντες ἐν ταῖς ἀνάγκαις λογίσαιντο, οἴχεται τὰ τῶν πόλεων πράγματα. ταῦτʼ ἂν, οἶμαι, φαῖεν, μετρίως, ὡς ἐγᾦμαι, λέγοντες. εἶεν. τί δʼ εἰ βελτίστους μὲν μὴ ἀπέφηναν καθάπαξ Ἀθηναίους, βελτίους δʼ ἔστιν ᾗ; τί δʼ εἰ μείζω καὶ περὶ τούτους καὶ περὶ ἄλλους ἐξήμαρτον ἂν, εἰ μὴ τοῖς ὑπʼ ἐκείνων λόγοις κατείχοντο; ἔπειτα τὸν μὲν ἰατρὸν φῂς λιμῷ ἂν ἀποθανεῖν, εἰ πρὸς τὸν ὀψοποιὸν ἀγωνίζοιτο ἐν παισὶν ἢ τοιούτοις ἀνθρώποις, οἳ μὴ δύνανται γνῶναι τἀληθές· εἰ δὲ Μιλτιάδης καὶ Κίμων καὶ Περικλῆς πρὸς τὸ βέλτιστον ἄγοντες τὰ πράγματα ἔσθʼ ἃ καὶ προσέπταισαν, τοῦτο θαυμάζεις;
83.p92
83.p92
ἐνθυμοῦμαι δʼ ἔγωγε πῶς ἀνέχεσθαι χρὴ ὅτʼ Ἀλκιβιάδην μὲν καὶ Κριτίαν Σωκράτει συγγενομένους, οἳ τοσαύτας καὶ τηλικαύτας αἰτίας ἐσχήκασι καὶ ὑπὸ τῶν πολλῶν καὶ ὑπὸ τῶν ἐπιεικῶν, ὥστε Κριτίου γε οὐδʼ ἐπινοῆσαι ῥᾴδιον ἐξωλέστερον, ὃς ἐν τριάκοντα τοῖς πονηροτάτοις τῶν Ἑλλήνων πρῶτος ἦν, τούτους μὲν οὔ φασι δεῖν ἐν τεκμηρίῳ ποιεῖσθαι ὅτι Σωκράτης τοὺς νέους διέφθειρεν, οὐδʼ εἶναι τἀκείνων ἁμαρτήματα οὐδʼ ὁτιοῦν πρὸς Σωκράτη τὸν οὐδὲ αὐτὸν ἔξαρνον ὄντα τὸ μὴ οὐ διαλέγεσθαι τοῖς νέοις· εἰ δʼ Ἀθηναίων δῆμος ἐν πολλοῖς καὶ μεγάλοις οἷς καὶ ὑπὲρ αὑτοῦ καὶ ὑπὲρ τῶν Ἑλλήνων διεχείρισεν ἔσθʼ ἃ μὲν ὀρθῶς καὶ προσηκόντως ἐβουλεύσατο, ἔστι δὲ ἃ καὶ ἐξήμαρτεν εἰς τοὺς προεστηκότας, ταῦτʼ ἀξιοῦσιν αὐτοῖς τοῖς προστάταις λογίζεσθαι. καὶ Λεσβίους μὲν Τέρπανδρος οὐχ οἷός τʼ ἐγένετο πάντας ποιῆσαι μουσικοὺς, οὐδʼ Ἀρίων, οὐδʼ εἴ τις ἄλλος ἐν Λέσβῳ μουσικὴν ἐποιήσατο· εἰ δὲ Θεμιστοκλῆς καὶ Περικλῆς μὴ καθάπαξ ἐπαίδευσαν Ἀθηναίους τὴν πολιτικὴν ἀρετὴν, τοῦτʼ ἐκείνους, ὡς ἔοικεν, ἐλέγχει τοῦ μηδενὸς ἀξίους ὄντας, ὥσπερ ἂν

Intertext edge

Open linked passage

Note