Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 85 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
85.p94
85.p94
μάρτυς ὑπὸ τῆς αὐτῆς δεξιότητος ἧσπερ κἀν τοῖς ἄνω κατὰ τὴν χρείαν ἀεὶ καὶ τὸ λοιπὸν, ἐὰν αὐτὸς αὐτοὺς ἐπαινῶν ἐπιδειχθῇ. πῶς οὖν ἄν τις περιφανέστερον ἢ λαμπρότερον τοὺς ἄνδρας ἐπῄνεσεν ἢ ὡς οὗτος τὸν ἐπιτάφιον λόγον αὐτοῖς ποιήσας; ἐν ᾧ καὶ τοῖς ἄλλοις προξενεῖν φησι καὶ προμνᾶσθαι, εἰς ᾠδάς τε καὶ τὴν ἄλλην ποίησιν θεῖναι, κοσμήσαντας ἀξίως τῶν πραξάντων, λέγω δὴ τὰ τούτων ἔργα. τοῦτο γάρ ἐστι τὸ χαριέστατον, ὅτι καὶ πάντα τἄλλα παρεὶς καὶ παριδὼν ἐπʼ αὐτὰ τὰ τούτων ἴδια καὶ τὴν τούτων πολιτείαν ἐλήλυθεν, ὡς μάλιστα ἐκ τούτων ἐμφανιῶν τὴν τῶν τετελευτηκότων ἀρετὴν, μέγιστον μὲν θεὶς ἁπάντων τῶν ἔργων τὸ Μαραθῶνι, δεύτερον δὲ τὸ Σαλαμῖνι, κεφάλαιον δʼ ἐπιθεὶς ὡς τοῖς βαρβάροις ἐπέδειξαν ὅτι πᾶς πλοῦτος καὶ δύναμις ἀρετῇ ὑπείκει.
85.p95
85.p95
οὐκοῦν ὅτε τοὺς ταῦτα βουλευσαμένους καὶ πράξαντας ἐπαινεῖ, τὸν Θεμιστοκλέα καὶ τὸν Μιλτιάδην ἐπαινεῖ. οὗτοι γὰρ ἦσαν οἱ τούτων ἡγούμενοι. καίτοι πῶς οὐκ ἄτοπον ὧν τὰ ἔργα κοσμεῖ, τούτων τὴν πολιτείαν φαυλίζειν, καὶ ἃ τῆς τῶν πεισθέντων ἀρετῆς τίθεται δείγματα, ταῦτα μὴ τῆς τῶν πεισάντων πρῶτον ὑπάρχειν ἡγεῖσθαι; καὶ γὰρ ὅσοι μὲν ὑπὸ τῆς βουλῆς αἱρεθέντες ἐπὶ τοῦ πλήθους τοὺς ἐπιταφίους τούτους διεξέρχονται ἔχουσιν ἴσως ἀποφυγὴν ὡς ἐξ ἀνάγκης ἐκόσμησαν καὶ οὐκ ἄν τις πρᾶγμα ποιοῖτο τοὺς λόγους αὐτῶν· ὅστις δʼ ἐξεπίτηδες καὶ καθʼ ἑαυτὸν ἐποίησε περὶ αὐτῶν, εὔδηλον ὡς οὐκ ἂν, εἰ μὴ καὶ αὐτοὺς ἀξίους λόγου καὶ τὰ ἔργα ἡγοῖτο. οὐ γὰρ κολακεύων γε Ἀθηναίους ταῦτα εἰρηκέναι φησὶν, οὐδʼ ἂν αὐτὸς λέγῃ πιστεύσομεν ἡμεῖς. εἰ γὰρ αὖ

Intertext edge

Open linked passage

Note