Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
86.p96
86.p96
λόγου χάριν καὶ δύναμιν δεικνὺς ἐνεχείρησε, πῶς ἔνεστιν αὐτῷ ῥητορικὴν ψέγειν ἐν ᾗ ταυτὸν ἦν; περὶ μὲν τοίνυν τούτων τῶν ἀνδρῶν οὕτω μεμαρτύρηκεν, ὅτι οὐ πρὸς τὸ χείριστον ἦγον τοὺς πολίτας, οὐδὲ τὰς ἐπιθυμίας αὐτῶν διετέλουν ἀποπληροῦντες, ἀλλὰ τοιούτων ἔργων ἡγεμόνες αὐτοῖς ἐγένοντο, ἃ καὶ Πλάτων οὐκ ἂν αἰσχυνθείη κοσμῶν, καὶ προστιθεὶς ἀρετὴν τοῖς εἰργασμένοις· οὐχ ὡς κατὰ Μίθαικον τὸν ὀψοποιὸν καὶ Θεαρίωνα τὸν ἀρτοποιὸν τὴν φύσιν γενομένων, ἀλλʼ ὡς χαλεπὸν τοῖς ἄλλοις καὶ εἰπεῖν πρεπόντως περὶ αὐτῶν. εἰς δὲ τὸν καθάπαξ λόγον πῶς αὖ καὶ ποῦ μαρτυρεῖ οὑτοσί; ἐν αὐτῷ Γοργίᾳ τούτῳ ἐν τοῖς Σωκράτους καὶ Καλλικλέους λόγοις. ἐλθὼν γὰρ ἐπʼ αὐτὸ τὸ λῦον τὸν λόγον καὶ φανερᾶς τῆς κρίσεως γενομένης σχίζεται περὶ αὐτὸ, καὶ ὁ μὲν οὕτως ἐρωτᾷ, ὁ δὲ ἀποκρίνεται ἀναμὶξ ὡδὶ πότερόν σοι δοκοῦσι πρὸς τὸ βέλτιστον ἀεὶ λέγειν οἱ ῥήτορες, τούτου στοχαζόμενοι ὅπως οἱ πολῖται ὡς βέλτιστοι ἔσονται διὰ τοὺς αὐτῶν λόγους, ἢ καὶ οὗτοι πρὸς τὸ χαρίζεσθαι τοῖς πολίταις ὡρμημένοι καὶ ἕνεκα τοῦ ἰδίου τοῦ αὑτῶν ὀλιγωροῦντες τοῦ κοινοῦ ὥσπερ παισὶ προσομιλοῦσι τοῖς δήμοις, χαρίζεσθαι αὐτοῖς πειρώμενοι μόνον· εἰ δέ γε βελτίους ἔσονται ἢ χείρους διὰ ταῦτα οὐδὲν φροντίζουσιν; οὐχ ἁπλοῦν ἔτι τοῦτο ἐρωτᾷς. εἰσὶ μὲν γὰρ οἳ κηδόμενοι τῶν πολιτῶν λέγουσιν ἃ λέγουσιν, εἰσὶ δὲ καὶ οἵους σὺ λέγεις. ἐξαρκεῖ. εἰ γὰρ καὶ τοῦτό ἐστι διπλοῦν, τὸ μὲν ἕτερόν που τούτων κολακεία ἂν εἴη καὶ αἰσχρὰ δημηγορία, τὸ δὲ ἕτερον καλόν. οὐκοῦν καὶ παρʼ ἡμῶν ἐξαρκεῖ. εἰ γάρ ἐστι διπλοῦν καὶ μὴ ἀεὶ μὲν τὰ βέλτιστα λέγουσιν οἱ ῥήτορες, ἔστι δʼ ὅτε καὶ τὰ βέλτιστα, ἢ νὴ Δίʼ οἱ μὲν οὕτως, οἱ δὲ ἐκείνως λέγουσιν, ὁ κολακείαν ὁριζόμενος τὴν ῥητορικὴν εἶναι λόγος ἐν βραχεῖ λύεται. ἔτι τοίνυν σαφέστερον ἐπὶ τελευτῆς τοῦ διαλόγου τὸ πᾶν ἀποκαλύψας ἐκπέφαγκεν· οὐ