Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
88.p98
88.p98
ἄλλοθι μηδαμοῦ ῥήτωρ ἐλλόγιμος, μηδʼ ἔξω τῆς τοῦ κολακεύειν αἰτίας, γεγένηται δὲ εἷς Ἀθήνησι, τί μᾶλλον τό γε πρᾶγμα κακιστέον ὡς ἀναγκαίως φαῦλον; οὐ γὰρ εἰ ῥᾴδιον ἢ μὴ τῷ ὄντι γενέσθαι ῥήτορα προὔκειτο σκοπεῖν, ἐπεὶ τοῦτό γε καὶ ἡμεῖς, εἰ βούλει, μαρτυροῦμεν, κἂν εἰ τὴν Στέντορος φωνὴν κτησαίμεθα, φθεγξαίμεθʼ ἂν ὡς οὐ ῥᾴδιον, κἂν ὁ Νεῖλος, ὦ μακάριε, τοῖς ἑπτὰ στόμασιν εἰ λάβοι φωνὴν, ὥσπερ ὁ Σκάμανδρος κατὰ τὸν Ὅμηρον, ἀλλʼ εἰ δυνατὸν ἢ μὴ καὶ φύσιν ἔστʼ ἔχον συμβῆναι, τοῦτʼ ἦν ἐκ τοῦ λόγου. φέρε γὰρ πρὸς Διὸς, εἰ πρὶν Ἀριστείδην γενέσθαι, τοὺς κατὰ τῆς ῥητορικῆς λόγους τούτους ἐποιεῖτο, προθυμούμενος ἐκ παντὸς τρόπου δεικνύναι φαῦλόν τι καὶ φυγῆς ἄξιον, λέγων ὡς ἀδύνατον χρηστόν ποτε ἄνδρα ἢ δίκαιον γενέσθαι λόγων τοιούτων προσαψάμενον, οὐκ ἂν ἐψεύδετο; δηλοῖ τό γε Ἀριστείδην φανῆναι τοιοῦτον, εἴπερ μὴ ψευδῆ Πλάτων εἴρηκε περὶ αὐτοῦ. οὐκοῦν δεινὸν εἰ πρὶν μὲν Ἀριστείδην γενέσθαι προσδοκᾶν ἔδει γενήσεσθαί τινα καὶ μὴ νομίζειν καθάπαξ ἀδύνατον, ἐπεὶ δʼ οὗτος ἐμφανὲς παράδειγμα ὑπάρχει, μήθʼ ὡς γενομένου τούτου μήθʼ ὡς ἐγχωροῦν ὅλως ἐγκαλεῖν. καὶ μὴν οὐδʼ ἐκεῖνο ἴσον, μὴ γενομένου μὲν ὅλως χρηστοῦ μηδενὸς τοῦτʼ ἂν ποιεῖσθαι τεκμήριον κατὰ τῆς ῥητορικῆς ὡς ἄφυκτον, ὁμολογουμένου δʼ ὑπʼ αὐτοῦ τοῦ κακῶς ἀγορεύοντος αὐτὴν καὶ γεγενῆσθαί τινας ἀξίους λόγου καὶ ἔσεσθαι, τοῦτο γάρ ἐστιν ὑπερφυὲς τὸ καὶ περὶ τῶν μελλόντων προλέγειν ὡς ἔσονται, εἶτʼ οἴεσθαι μηδὲν εἶναι πλέον. ἕτερον τοίνυν, ὅπερ ἐστὶν ἐκ τῆς τελευταίας ταυτησὶ μαρτυρίας, ὅτι καὶ πολλῷ μειζόνων εἶναι τοὺς τοιούτους ἐπαίνων ἀξίους προσωμολόγηκεν αὐτός. χαλεπὸν γὰρ, φησὶν, ὦ Καλλίκλεις, — οὐκοῦν καὶ ὦ Πλάτων—ἐν μεγάλῃ ἐξουσίᾳ τοῦ ἀδικεῖν γενόμενον δικαίως διαβιῶναι. εἰ τοίνυν ῥητορεύειν μέν ἐστιν