Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 89 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
89.p99
89.p99
ἀδικεῖν δύνασθαι κατʼ αὐτόν σε, δυνατὸν δʼ ἐστὶ καὶ δικαίως διαβιῶναι ῥητορεύοντα, μεῖζον δὲ τεκμήριον δικαιοσύνης τὸ δυνάμενον ἀδικεῖν ἡσυχάζειν ἢ τὸ μὴ, πῶς οὐ πολὺ τῶν κολάκων ἀπέχουσιν οἱ τοιοῦτοι, οἵ γε καὶ τῶν ἀναγκαίως δικαίων τοσοῦτον προέχουσιν; ἔοικεν οὖν τὸ τοῦ Ὁμήρου συμβαίνειν καί τι ἔπος προέηκεν ὅπερ τʼ ἄρρητον ἄμεινον. τὸν γὰρ Ἀριστείδην οὐ μόνον οὐ κακῶς εἰπεῖν δυνηθεὶς, ἀλλὰ καὶ διαφέροντα ἀναγκαίως θεὶς, καὶ Μιλτιάδου καὶ Θεμιστοκλέους τοῦτο ὃ κατηγόρηκεν αὖθίς ἐστι διεφθορώς. ἀνδρῶν γὰρ ἂν εἴη τοῦτό γε ἤδη κατηγορεῖν, οὐ ψέγειν ῥητορικὴν, ὡς αἰτίαν τοῦ λέγειν ἢ πράττειν κακῶς. ὥσπερ τοίνυν αὐτὸς τὰ μὴ ἀναγκαῖα κατηγόρηκεν ἐκείνων, τί κωλύει καὶ ἡμᾶς αὖ τὰ μὴ ἀναγκαῖα ὑπὲρ αὐτῶν ἀντιθεῖναι; καίτοι διά γε τοῦτον ἐξ ἡμισείας ἀναγκαῖα. φανήσεται γὰρ οὐχ ἁπλῶς οὐδʼ ὡς νῦν μόνον δείκνυμεν εἰς τοὺς ἐναντίους λόγους ἐληλυθὼς αὐτὸς αὑτῷ, ἀλλὰ καὶ ἐξ ὧν ἐκείνους ᾐτίαται τοῦτον ἐπαινεῖν οὐκ ἔχων, ἢ εἴπερ ὀρθῶς ἐπαινεῖ τοῦτον, διʼ αὐτὸ τοῦτο οὐδʼ ἐκείνους ἔχων αἰτιάσασθαι. πῶς; ὅτι σύμβολον οἶμαι ποιεῖται τοῦ κακῶς Ἀθηναίων ἐκείνους προστῆναι τὸ παθεῖν αὐτοὺς ὑπʼ Ἀθηναίων κακῶς, ὡς οὐκ ἂν τούς γε βελτίους ὑπʼ αὐτῶν γενομένους ἁμαρτόντας εἰς τούτους ὑφʼ ὧν μηδʼ εἰς τοὺς ἄλλους ἁμαρτάνειν ἐπαιδεύθησαν. ταῦτα δʼ οὕτω

Intertext edge

Open linked passage

Note