Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 8 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
8.p8
8.p8
ἀξίαν εἶναι. ὑπὸ μὲν οὖν τὴν ἰατρικὴν ἡ ὀψοποιικὴ ὑποδέδυκε καὶ προσποιεῖται τὰ βέλτιστα σιτία τῷ σώματι εἰδέναι, ὥστʼ εἰ δέοι ἐν παισὶ διαγωνίζεσθαι ὀψοποιόν τε καὶ ἰατρὸν ἢ ἐν ἀνδράσιν οὕτως ἀνοήτοις ὥσπερ οἱ παῖδες, πότερος ἐπαΐει περὶ τῶν χρηστῶν σιτίων καὶ πονηρῶν, ὁ ἰατρὸς ἢ ὁ ὀψοποιὸς, λιμῷ ἂν ἀποθανεῖν τὸν ἰατρόν. κολακείαν μὲν οὖν αὐτὸ καλῶ καὶ αἰσχρόν φημι εἶναι τὸ τοιοῦτον, ὦ Πῶλε, τοῦτο γὰρ πρὸς σὲ λέγω, ὅτι τοῦ ἡδέος στοχάζεται ἄνευ τοῦ βελτίστου. τέχνην δὲ αὐτὴν οὔ φημι εἶναι, ἀλλʼ ἐμπειρίαν, ὅτι οὐκ ἔχει λόγον οὐδένα ᾧ προσφέρει, ὁποῖʼ ἄττα τὴν φύσιν ἐστὶν, ὥστε τὴν αἰτίαν ἑκάστου μὴ ἔχειν εἰπεῖν· ἐγὼ δὲ τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα. τούτων δὲ πέρι εἰ ἀμφισβητεῖς, ἐθέλω ὑποσχεῖν λόγον. τῇ μὲν οὖν ἰατρικῇ, ὥσπερ λέγω, ἡ ὀψοποιικὴ κολακεία ὑπόκειται, τῇ δὲ γυμναστικῇ κατὰ τὸν αὐτὸν τρόπον ἡ κομμωτικὴ, κακοῦργος καὶ ἀπατηλὴ καὶ ἀγεννὴς καὶ ἀνελεύθερος, σχήμασι καὶ χρώμασι καὶ λειότητι καὶ ἐσθῆτι ἀπατῶσα, ὥστε ποιεῖν ἀλλότριον κάλλος ἐφελκομένη τοῦ οἰκείου διὰ τῆς γυμναστικῆς ἀμελεῖν. ἵνα οὖν μὴ μακρολογῶ, ἐθέλω σοι εἰπεῖν, ὥσπερ οἱ γεωμέτραι, ἤδη γὰρ ἂν ἴσως ἀκολουθήσαις, ὅτι ὃ κομμωτικὴ πρὸς γυμναστικὴν, τοῦτο σοφιστικὴ πρὸς νομοθετικὴν, καὶ ὃ ὀψοποιικὴ πρὸς ἰατρικὴν, τοῦτο ῥητορικὴ πρὸς δικαιοσύνην.
8.p9
8.p9
ἐνταῦθα ἀπόδειξις μὲν οὐδʼ ἡτισοῦν ἔνεστιν οὐδʼ ἔλεγχος ἀνάγκῃ προεληλυθὼς, ὑπόκειται δʼ ἁπλῶς ὥσπερ ἐξὸν, οὗ πολὺς ἦν ἱδρὼς πρότερον· οὐδὲν διαφερόντως ἢ εἰ χάριν ᾔτει τοὺς ἀκούοντας ταῦτα συγχωρῆσαι. καίτοι εἰ τὰ ζητούμενα ὡς ὁμολογούμενα ὑποτίθεσθαι γέλως, πῶς εἰκὸς ἅ γε ζητεῖν γέλως, ταῦτʼ ἐξ ἀρχῆς ὑποτίθεσθαι; πῶς γὰρ οὐ γέλως εἰ τῆς αὐτῆς φύσεως ῥητορικὴ καὶ ὀψοποιικὴ ζητεῖν; ὁ δʼ ὥσπερ ὁμολογούμενον εἴληφεν αὐτό.

Intertext edge

Open linked passage

Note