Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
91.p101
91.p101
ἀμφισβητεῖ, σὺ δὲ χρῇ τούτῳ παραδείγματι, ὥσπερ ταπεινοτέρους τι ταύτῃ ποιήσων τοὺς ῥήτορας, εἰ πάντες εἴκουσιν αὐτοῖς. καὶ μὴν ὅτι γε οὐχ ὑπʼ ἀνοίας ὁ κυβερνήτης ὑποχωρεῖ τῷ ῥήτορι οὐδὲ ἔχοι τις ἂν αὐτὸν νουθετῶν εἰπεῖν, ὥσπερ ἐν ἀγῶνι παρʼ ἀξίαν εἴκοντα. ὦ οὗτος, ὅρα τί ποιεῖς· ὁ ῥήτωρ οἰχήσεται τὸν στέφανον λαβών· οὐ μέγα ἀγώνισμα τῆς ῥητορικῆς τοῦτο ἐπιδεῖξαι. καὶ γὰρ οἶδε καὶ οὐ δεῖται τοῦ διδάξοντος, τοσοῦτόν γε νοῦ μετέχων, ὅτι αὐτὸς τῶν μὲν ναυτῶν ἐστιν ἄρχων, τῶν δὲ ἐμπλεόντων διάκονος καὶ ὑπηρέτης. καὶ τῶν γε καιρῶν τοσοῦτον αὐτῷ μέτεστιν, ὅσον τοῖς ἐγνωκόσι πλεῖν σημῆναι, καὶ νὴ Δία ὁρμοῦντας ἐπʼ ἀκτῆς ἀναστῆσαι προσάγοντος τοῦ πνεύματος· τὸ δὲ ὁπότε πλεῖν ἄμεινον καὶ ὁπότε οἴκοι μένειν καὶ ὅποι καὶ ὑπὲρ ὧν πλεῖν οὐδὲν οὔτε ἰδεῖν ὢν ἑτέρου μᾶλλον δυνατὸς οὔτε συμβουλεῦσαι κύριος. τὸ δὲ τοῦ ῥήτορος οὐ τοιοῦτόν ἐστιν, ἀλλʼ ὥσπερ οἱ κυβερνῆται τῶν ναυτῶν ἄρχουσιν, οὕτως αὖ τῶν κυβερνητῶν οἱ ῥήτορες ἄρχουσιν, ὅταν τὰ κράτιστα δεήσῃ νεῶν. καὶ τοσούτῳ γέ τι τῶν κυβερνητῶν οἱ ῥήτορες κυριώτεροι ἢ τῶν ναυτῶν ἐκεῖνοι, ὅσον οἱ μὲν πλεόντων εἰσὶ κύριοι τῶν ναυτῶν, οἱ δὲ καὶ αὐτοῦ τοῦ πλεῖν ἢ μὴ τοὺς κυβερνήτας· μᾶλλον δὲ ἀμφοτέρων εἰσὶ κύριοι, καὶ τῶν κυβερνητῶν καὶ τῶν ἐμπλεόντων, οἱ ῥήτορες. διδάσκουσί γε καὶ πείθουσιν ἐξ ἀρχῆς πότε καὶ ποῖ πλευστέον· καὶ πάλιν ἡνίκα ἂν τούτου δέῃ κωλύουσιν. ὥστε οὐκ ἴσον μισθώσαντα ὑπηρετεῖν καὶ νικήσαντα ἀποστεῖλαι οὐδὲ τὸ σεσωκέναι τὴν ναῦν, οὐδὲ τοὺς ἐν τῇ νηὶ σκοπεῖν οἴεται δεῖν ὁ κυβερνήτης, ἀλλὰ τὸ σχῆμα προσεξετάζειν τοῦ πράγματος, ὥσπερ ὁ δήμιος οὐκ ἀξιοῖ μεῖζον τοῦ δικαστοῦ φρονεῖν οὐδὲ ἴσον,