Orationes 45
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius">
—
⋯
Original / primary: Perseus Grc2
92.p102
92.p102
ὅτι δὴ αὐτὸς ἀποκτιννύει, εἰ δὲ μὴ, ἀλλʼ ὅτι καὶ αὐτὸς, ἀλλʼ οἶδεν αὐτὸς μὲν ὑπηρέτης ὢν, τοῦτο ἀνάγκῃ ποιῶν, τὸν δὲ μετʼ ἐξουσίας κρίνοντα τὸ δίκαιον ἐξεπίτηδες. ἔτι δὲ ὁ μὲν κυβερνήτης ἐξ ἡμισείας τὴν ἰσχὺν ἔχει. τὸ γὰρ σώζειν μόνον ἐστὶν αὐτοῦ, ἀπέκτεινε δὲ οὐδεὶς οὐδένα πω τῷ λόγῳ τῆς τέχνης, ἀλλʼ ἐάν τινες καὶ ναυαγίας συμβάσης διαφθαρῶσι, παραιτεῖται καὶ οὐ σεμνύνεται. ὁ δὲ ῥήτωρ οὐ σώζειν οἶδε μόνον, ἀλλὰ καὶ ἀποκτιννύειν καὶ ἐκβάλλειν οὓς ἄμεινον· ὥστε τέλειον ἐξ ἀμφοτέρων τὸ κράτος τῷ ῥήτορι. καὶ ὁ μέν γε κυβερνήτης οὐδὲ οὓς σώζει πρὸς ἀξίαν σώζει, ἀλλʼ ὥσπερ καὶ τὸ παράδειγμα λέγει, οὐκ ἀπεικὸς ἡγεῖται τοιούτους ἐνεῖναί τινας οἷς τεθνάναι κρεῖττον ἢ ζῆν· ὁ δὲ ῥήτωρ καὶ τὴν τοῦ σώζειν μερίδα σὺν τῷ δικαίῳ πληροῖ. οὐκοῦν οὐχ ὅμοιον γίγνεται τὸ παράδειγμα, ὅταν δυοῖν ὄντοιν ὁ μὲν ἀμφοῖν ᾖ σὺν τῷ δικαίῳ κύριος, ὁ δὲ καὶ θάτερον ἐξ ἡμισείας ἔχῃ. διὰ ταῦτα ὁ κυβερνήτης δύο ὀβολοὺς πραξάμενος, ἐὰν ἐξ Αἰγίνης, ἐὰν δὲ ἐξ Αἰγύπτου, φῂς, ἢ τοῦ Πόντου, δύο δραχμὰς, ἐὰν πάμπολυ, ἐκβὰς παρὰ τὴν θάλατταν καὶ τὴν ναῦν περιπατεῖ ἐν μετρίῳ σχήματι. λογίζεται γὰρ, φῂς, ὅτι ἄδηλόν ἐστιν οὕστινας ὠφέληκεν αὐτῶν καὶ οὕστινας ἔβλαψε, καὶ διὰ ταῦτα οὐ νόμος ἐστὶ σεμνύνεσθαι τὸν κυβερνήτην καίπερ σώζοντα ἡμᾶς. ὁρᾷς τί λέγεις; οὐ νόμος ἐστὶ, φῄς. ἀλλὰ τόν γε ῥήτορα νόμος, οὐκοῦν καὶ δίκαιον. ἀλλʼ ὁ κυβερνήτης ἐκεῖνά τε οἶδε καὶ πρὸς ἐκείνοις εἰ μὲν καὶ ταῦτα λογίζεται οὐκ ἂν ἔχοιμι εἰπεῖν, ἔστι δὲ καὶ