Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 93 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
93.p103
93.p103
κυβερνήτῃ καὶ παντὶ συνιδεῖν ὅτι κυβερνήτης μὲν ὅστις πλείστους ἀθρόους οὐκ ἔσωσεν ὑπὲρ χιλίους, τὸ δὲ τοῦ ῥήτορος πλήρωμα ὃ σώζει οὐ κατὰ ναῦν ἐστιν Αἰγυπτίαν, οὐδέ γε ὅλως μετρεῖται στόλῳ, ἀλλὰ καὶ λιμένες αὐτοὶ καὶ πόλεις, οὐ μυρίανδροι μόνον ἀντὶ τῶν μυριοφόρων, ἀλλὰ καὶ μετρῆσαι χαλεπαὶ τῇ τῆς ῥητορικῆς ὑποπίπτουσι τύχῃ τε καὶ προστασίᾳ. καὶ ὁ μέν γε κυβερνήτης κατάρας οὐκ ἔχει τί χρήσεται τῇ τέχνῃ, τοῦ δὲ ῥήτορος οὐδέν ἐστι χωρίον ἐξαίρετον. καταχώσει, φησὶν, ἡμᾶς ὁ μηχανοποιὸς τοῖς λόγοις. ποίοις, ὦ Γοργεία κεφαλή; μέχρι μὲν γὰρ ἁπλῶς μηχανοποιός ἐστι, μὴ ὅτι κοσμεῖν ἔχει λόγῳ τὴν τέχνην, ἀλλʼ οὐδὲ τἀκ τῆς τέχνης παρέχειν ἕως ἂν μὴ νικήσωσιν οἱ ῥήτορες· εἰ δὲ μέλλει καταχώσειν τοῖς λόγοις, τίς ἡ τούτων προεστηκυῖα δύναμις; οὐκοῦν ὅτε καὶ μηχανοποιῷ ῥητορικὴ χρήσιμον, εἴ γέ τι μέλλει περὶ τῆς τέχνης ἕξειν εἰπεῖν, πῶς οὐ πανταχῆ ῥητορικὴ χρήσιμον; ἧττον μὲν οὖν ἴσως τούτων ἄτοπα, ἀκόλουθα δὲ ὅμως ποιεῖ καὶ παιδοτρίβας ἰατρῶν ἐντιμοτέρους ἄγων. εἰ μὲν γὰρ οὐ ταύτην λέγεις γυμναστικὴν, ἀλλʼ ἁπλῶς τὴν ὁπωσοῦν τὸ σῶμα κινοῦσαν, πάντες ἄνθρωποι μετέχουσι γυμναστικῆς· πάντες γὰρ ὁπωσοῦν κινοῦνται. καίτοι θαυμάσαιμʼ ἂν εἰ πάντας ἀμείνους εἶναι συγχωρητέον τῶν ἰατρῶν καὶ τεχνικωτέρους χρῆσθαι σώματι. εἰ δὲ ἧς οἱ παιδοτρίβαι προεστᾶσι περὶ ταύτης λέγει, πῶς γε ἔνι ταύτην εἰς ταυτὸν ἄγειν ἰατρικῇ; πᾶσι γὰρ ὑπάρχει ἰδεῖν τοῦθʼ ὅτι χωρὶς μὲν παιδοτριβῶν πολλὰ γένη τῶν

Intertext edge

Open linked passage

Note