Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 94 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
94.p104
94.p104
ἀνθρώπων ἄγεται καὶ σώζεται, ἰατρικὴν δʼ εἶναι καὶ μὴ πᾶσι τὸ πᾶν ὡς εἰπεῖν διαφέρει. ἀλλʼ ἵνα μὴ λόγος ἡμῖν λόγον ἐκδέξηται, ἀγαπητὸν ὂν εἰ καὶ τοῖς ἐπικαίροις ἐξαρκέσαιμεν, ἐῶ τὸ νῦν εἶναι τὴν ὑπὲρ τούτου διαφοράν. καὶ ἡ τοῦ νεῖν ἐπιστήμη, φησὶν, ἐκ θανάτου σώζει. ὥστε τί οὐ καὶ ταύτην σεμνύνομεν; ὅτι, ὦ βέλτιστε—οὐδὲν γὰρ οὐδʼ ἡμεῖς ὑποστελούμεθα αἰσχύνῃ τὸ περὶ τῶν φανερῶν λέγειν—ὁ μὲν κάλλιστα νεῖν εἰδὼς αὐτὸς ἀρκούντως ἔχει σωθείς. ἕτερον δʼ οὐδεὶς πώποτε ἐπινέοντα ἔσωσεν αὑτῷ, ὅτι μὴ ὁ δελφὶς λέγεται τὸν Μηθυμναῖον Ἀρίονα. ὁ δὲ ῥήτωρ οὐχ αὑτὸν μόνον οὐδὲ ἄλλον ἕνα συσσώζειν, ἀλλὰ καὶ φίλους καὶ πόλιν καὶ συμμάχους δυνήσεσθαι μεμελέτηκε. καὶ ὅστις μὲν ἄριστος κολυμβητὴς, τριῶν καὶ τεττάρων πλέθρων οὐκ ἐπινεῖ περαιτέρω, πλὴν εἰ Σκύλλαν εἴποις· οὐδὲ ὅταν ἐκβῇ τῆς θαλάττης ἢ τῆς λίμνης ἢ τοῦ ποταμοῦ, χρήσιμον οὐδὲν τὸ νεῖν αὐτῷ· τῷ δὲ ῥήτορι καὶ λίμνας καὶ πελάγη καὶ ποταμοὺς ἐπελθεῖν δυνατὸν τῇ τέχνῃ· καὶ μένων οἴκοι καὶ πλέων καὶ καθεζόμενος καὶ βαδίζων ὁ αὐτός ἐστιν. ἆρʼ ἴσα πρὸς ἴσα ἀμειβόμεθα; καὶ οὔπω τὸ κυριώτατον εἴρηκα, ἀλλὰ νῦν προσαποκρινοῦμαι, ὅτι, ὦ θαυμάσιε, νεῖν μὲν καὶ σύες καὶ αἱ κύνες αἱ φαυλόταται πάντων ἐπίστανται, καὶ πολύ γε ἱκανώτερον ἀνθρώπου, καὶ τάς γε ἐλάφους φασὶν ἐπινεῖν ἐπὶ πλεῖστον τῆς θαλάττης ἐχομένας ἀλλήλων, πρώτην καὶ τελευταίαν ἀεὶ γιγνομένην τὴν αὐτὴν ἐκ διαδοχῆς. τὴν δὲ τοῦ λόγου φύσιν καὶ δύναμιν οὐ λαγωοῖς καὶ πιθήκοις οὐδὲ ἐλάφοις ἐνέθηκεν ὁ πάντα δημιουργήσας θεὸς, οἶμαι δὲ οὐδὲ τοῖς λέουσιν οὐδὲ τῶν ἄλλων ζώων οὐδέσιν, οὔθʼ ὅσα ἐν θαλάττῃ οὔθʼ ὅσα κατʼ ἤπειρον οὔθʼ ὅσα ὑπερπέταται, ἀλλʼ ἐν δυοῖν γένεσι μόνοις τοῦτο ἵδρυται, προτέρῳ μὲν καὶ τελεωτάτῳ τῷ πάντων ἀρίστῳ, δευτέρῳ δὲ τῷ πάντων τῶν λοιπῶν ἀρίστῳ, διʼ ἓν τοῦτο ὃ

Intertext edge

Open linked passage

Note