Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 95 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
95.p105
95.p105
ῥητορικὴ παραλαβοῦσα ἄγει καὶ κοσμεῖ τὸν ἔχοντά τε καὶ τοὺς χρωμένους αὔξουσα τὸ προσῆκον αὔξεσθαι κατὰ τὴν φύσιν ἀνθρώπῳ. καίτοι εἰ τοσαῦτα Πλάτων ἐπέδειξεν ὑπὲρ τοῦ κολακείαν εἶναι ῥητορικὴν, ὅσα νῦν ἡμεῖς ὑπὲρ παντὸς τοῦ ἐναντίου δείκνυμεν, οὐκ οἶδʼ ὅπως ἄμεινον ἐπιστώσατο τὸν λόγον. εἰ δὲ οἴεται παραδειγμάτων φαυλότητι καταισχύνειν αὐτῆς τὴν ἀξίαν, ἐμοὶ μὲν οὐκ ἔτι τἀπὶ τούτοις ῥητά· δύναιτο δʼ ἄν τις τὸ τοῦ Ὁμήρου σώζων ἔπος πρὸς ἔπος τὸ ὅμοιον ἀνταποδιδοὺς ὑπολαμβάνειν, τί δαί; οὐχὶ καὶ αἱ τιτθαὶ τοῖς παιδαρίοις ταῦτα λέγουσι καὶ οἱ γραμματισταὶ καὶ οἱ παιδαγωγοί; ὑπερεμπίπλασθαί σε οὐ χρὴ καὶ βαδίζειν ἐν ταῖς ὁδοῖς ὅτι χρὴ κοσμίως καὶ τοῖς πρεσβυτέροις ὑπανίστασθαι καὶ τοὺς γονέας φιλεῖν καὶ μὴ θορυβεῖν μηδὲ κυβεύειν μηδʼ ἴσχειν, εἰ βούλει, τὼ πόδʼ ἐπαλλάξ· ἀλλʼ ὅμως οὐ διὰ ταῦτα μέγα φρονοῦσιν αἱ τιτθαὶ οὐδὲ ἀξιοῦσι πρὸ τῶν φιλοσόφων εἶναι. ὥστε ἣν ἂν πλείστου θῇς ἀξία δυοῖν ἴσως ἢ τριῶν μνῶν. οἱ δὲ παιδαγωγοὶ καὶ ὑποβαρβαρίζοντες ταῦτα νουθετοῦσιν οἱ πολλοὶ καὶ φέρουσιν ἐνίοτε ἀντὶ παιδαγωγῶν θυρωροὶ γιγνόμενοι τοῖς αὐτῶν δεσπόταις, ὁπόταν καταλύσωσι τὴν τέχνην· καὶ οὐ μὰ Δία οὐκ εἰ τῶν ῥητόρων ἔλαττον ἕξουσι δυσκολαίνουσιν, οὐδέ γε ἐκεῖνο λέγουσι, τί δή ποτε αὐτοὶ μὲν ὁσημέραι βοῶντες καὶ κονδυλίζοντές γε ἐνίοτε καὶ οὐχ ὅσον ἀφοσιώσασθαι νουθετοῦντες οὐκ ἀνεσπάκασι τὰς ὀφρῦς, οὐδὲ εἰς τὴν προεδρίαν ὠθίζονται, οὐδὲ τὴν τοῦ τὰ μέγιστα τῶν ἀνθρωπείων πραγμάτων ἐπίστασθαι δόξαν οὐδέπω καὶ νῦν εἰλήφασιν· οἱ δὲ φιλόσοφοι σεμνύνονται καὶ γαυριῶσι καὶ πρωτείων ἀντιποιοῦνται καὶ μεγάλους αὑτοὺς ἄγουσι καὶ ταῦτα λέγοντες ἐν αὑτοῖς, καὶ οὔτε τοῖς ῥήτορσιν ὑπείκουσιν οὔτε τοῖς παιδαγωγοῖς ἴσον οἴονται δεῖν φρονεῖν. ἀλλʼ οὔτε ταῦτα ἔχει λόγον ὑγιᾶ κἀκεῖνα

Intertext edge

Open linked passage

Note