Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Orationes 45
Aristides, Aelius45 96 · perseus-grc2More by Aristides, Aelius
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/aristides-aelius" aria-label="More works by Aristides, Aelius"> —
⋯
More
Original / primary: Perseus Grc2
96.p106
96.p106
τούτοις ἔοικεν. ἔγραφον δʼ ἂν καὶ τὴν τέχνην, εἰ μὴ μειρακιῶδες. οὐ μὴν ἀλλʼ ἔν γε τοῖς ἄνω λόγοις ἐπειρώμην δεικνύειν ὅτι ῥητορικὴ διὰ πάντων τῶν τῆς ἀρετῆς μορίων διήκει, φρονήσει μὲν εὑρεθεῖσα, εὑρεθεῖσα δὲ ὑπὲρ δικαιοσύνης, σωφροσύνῃ δὲ καὶ ἀνδρείᾳ φυλαττομένη. τοῦτο δὲ καὶ κατὰ τούτους τοὺς λόγους αὐτῆς ἰδεῖν ἔστιν. ἔστι μὲν γὰρ δή που ῥητορεύειν τὸ τὰ δέοντα ἐξευρεῖν καὶ τάξαι καὶ τὰ πρέποντα ἀποδοῦναι μετὰ κόσμου καὶ δυνάμεως. φαίνεται δὲ ἡ μὲν εὕρεσις κατὰ τὴν φρόνησιν ἔχουσα, εἴπερ ἀμήχανον φρονήσεως ἀπολειπόμενον τῶν χρησίμων εὑρεῖν ὁτιοῦν, ἡ δὲ σωφροσύνη κατὰ τὴν διαχείρισιν οὖσα καὶ τὴν τῶν ἡγουμένων τε καὶ εἰκότων συμφωνίαν· ἀντὶ δὲ αὖ τῆς δικαιοσύνης τὸ πρέπον τίθει. τοῦτο δέ ἐστιν ὁποῖα ἄττα καὶ ὁπόσα ἑκάστῳ προσήκει τῷ πράγματι σῶσαι. ἀλλὰ μὴν ἀνδρείας ἐκ τοῦ εὐθέος οὐδὲν οὕτω μετέχειν ὡς ὁ λόγος βούλεται. τὸ γὰρ ταπεινὸν καὶ ἀγεννὲς οὐδὲν οὕτως ὡς ὁ λόγος ἐξορίζει καὶ ὑπερφρονεῖ. εἶεν. ἐχόντων δὴ τούτων οὕτως τίνος ὧν εἶπον λαβόμενον κακίζειν ἔνεστι τὴν ῥητορικήν; ἢ τίς ἄμεινον καὶ καθαρώτερον ἐκ τῶν εἰκότων ἀνθρώπῳ προσφέροιτʼ ἂν ἢ ὅστις δύναιτο ὁποίους χρὴ καὶ ὁπόσους καὶ πρὸς ὁποίους καὶ οὕστινας δεῖ ποιεῖσθαι τοὺς λόγους, ἢ πῶς ἔξω τῆς τοιαύτης δυνάμεως ἔνεστιν ἢ πολλοῖς ἢ ὀλίγοις ὀρθῶς διαλεχθῆναι; ἢ πῶς ἀδελφῷ προσομιλεῖν, νεωτέρῳ ἢ πρεσβυτέρῳ λέγω, ἢ πῶς γονεῦσιν, ἢ πῶς ἑταίροις, ἢ πῶς εἰδόσιν, ἢ πῶς ἀγνοοῦσιν, ἢ πολεμίοις, ἢ συμμάχοις, ἢ τρυφῶσιν, ἢ δεομένοις, ἢ μυρία ἄν τις ἕτερα ἐπιδιαιροῖ; ὁ γὰρ τὸ πρέπον τῶν λόγων ἐξητακὼς πανταχοῦ καὶ τὸν καιρὸν εἰδὼς καὶ δυνάμενος ταῦθʼ ὥσπερ οἶδε καὶ περαίνειν, οὗτός ἐστιν ὁ μόνος πᾶσιν οἷς εἶπον χρῆσθαι δυνάμενος, οὗτος ὁ νουθετῶν ἀνύτειν, οὗτος ὁ κατηγορῶν πιστεύεσθαι, οὗτος ὁ πανταχοῦ κρείττων τοῦ κατὰ ταῦτα ἀπολειπομένου. καὶ μὴν ὅ γε εἰδὼς τί δεῖ λέγειν οἶδε τί δεῖ σιωπῆσαι καὶ πότʼ

Intertext edge

Open linked passage

Note